Thesauros Literature Comedy Πλοῦτος

Πλοῦτος

Πλοῦτος Aristophanes
Bölümler
Parodos

Parodos

[Lyric-Scene 1]
καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα 290
Καρίων
μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων
 
ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες
 
βληχώμενοί τε προβατίων
 
αἰγῶν τε κιναβρώντων μέλη
 
ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε. 295
Χορός
ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα
 
βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες,
 
πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα
 
ἡγούμενον τοῖς προβατίοις,
 
εἰκῇ δὲ καταδαρθόντα που 300
 
μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι.
[Lyric-Scene 2]
ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν,
Καρίων
ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ
 
ἔπεισεν ὡς ὄντας κάπρους
 
μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς, 305
 
μιμήσομαι πάντας τρόπους·
 
ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας
 
ἕπεσθε μητρὶ χοῖροι.
[Lyric-Scene 2a]
οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν
Χορός
καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους 310
 
λαβόντες ὑπὸ φιληδίας
 
τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν,
 
μινθώσομέν θʼ ὥσπερ τράγου
 
τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς,
 
ἕπεσθε μητρὶ χοῖροι. 315
[Lyric-Scene 2b]
ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη
Καρίων
ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ,
 
ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ
 
βουλήσομαι τοῦ δεσπότου
 
λαβών τινʼ ἄρτον καὶ κρέας 320
 
μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι.
Χρεμύλος
χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται
 
ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν·
 
ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε
 
καὶ συντεταμένως κοὐ κατεβλακευμένως. 325
 
ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται
 
ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ.
Χορός
θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη.
 
δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα
 
ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ, 330
 
αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν.
Χρεμύλος
καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ
 
προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος
 
ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει.
Βλεψίδημος
τί ἂν οὖν τὸ πρᾶγμʼ εἴη; πόθεν καὶ τίνι τρόπῳ 335
 
Χρεμύλος πεπλούτηκʼ ἐξαπίνης; οὐ πείθομαι.
 
καίτοι λόγος γʼ ἦν νὴ τὸν Ἡρακλέα πολὺς
 
ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων,
 
ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος.
 
ἔστιν δέ μοι τοῦτʼ αὐτὸ θαυμάσιον, ὅπως 340
 
χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται.
 
οὔκουν ἐπιχώριόν γε πρᾶγμʼ ἐργάζεται.
Χρεμύλος
ἀλλʼ οὐδὲν ἀποκρύψας ἐρῶ· νὴ τοὺς θεοὺς
 
ὦ Βλεψίδημʼ ἄμεινον ἢ χθὲς πράττομεν,
 
ὥστε μετέχειν ἔξεστιν· εἶ γὰρ τῶν φίλων. 345
Βλεψίδημος
γέγονας δʼ ἀληθῶς, ὡς λέγουσι, πλούσιος;
Χρεμύλος
ἔσομαι μὲν οὖν αὐτίκα μάλʼ, ἢν θεὸς θέλῃ.
 
ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι.
Βλεψίδημος
ποῖός τις;
Χρεμύλος
οἷος;
Βλεψίδημος
λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος
ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί· 350
 
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος
τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
 
καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
 
οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
 
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου. 355
Χρεμύλος
πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος
εἴ τι κεκλοφὼς νὴ Δία
 
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
 
παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
Χρεμύλος
Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλεψίδημος
παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς. 360
Χρεμύλος
σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
Βλεψίδημος
φεῦ,
 
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
 
ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμύλος
οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
Βλεψίδημος
ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων. 365
Χρεμύλος
μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψίδημος
ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
 
ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμύλος
σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
 
ζητεῖς μεταλαβεῖν. 370
Βλεψίδημος
μεταλαβεῖν ζητῶ; τίνος; 370
Χρεμύλος
τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
Βλεψίδημος
μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
Χρεμύλος
κακοδαιμονᾷς.
Βλεψίδημος
ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
Χρεμύλος
ουʼ δῆτʼ ἔγωγʼ.
Βλεψίδημος
ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν
 
τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι. 375
Χρεμύλος
κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου.
Βλεψίδημος
ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ
 
ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν,
 
τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων.
Χρεμύλος
καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς 380
 
τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα.
Βλεψίδημος
ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον
 
ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων
 
καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς
 
τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου. 385
Χρεμύλος
οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους
 
ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας
 
ἀπαρτὶ πλουτῆσαι ποιήσω.
Βλεψίδημος
τί σὺ λέγεις;
 
οὕτω πάνυ πολλὰ κέκλοφας;
Χρεμύλος
οἴμοι τῶν κακῶν,
 
ἀπολεῖς. 390
Βλεψίδημος
σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς. 390
Χρεμύλος
ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ
 
ἔχω.
Βλεψίδημος
σὺ Πλοῦτον; ποῖον;
Χρεμύλος
αὐτὸν τὸν θεόν.
Βλεψίδημος
καὶ ποῦ ʼστιν;
Χρεμύλος
ἔνδον.
Βλεψίδημος
ποῦ;
Χρεμύλος
παρʼ ἐμοί.
Βλεψίδημος
παρὰ σοί;
Χρεμύλος
πάνυ.
Βλεψίδημος
οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί;
Χρεμύλος
νὴ τοὺς θεούς.
Βλεψίδημος
λὲγεις ἀληθῆ; 395
Χρεμύλος
φημί. 395
Βλεψίδημος
πρὸς τῆς Ἑστίας; 395
Χρεμύλος
νὴ τὸν Ποσειδῶ.
Βλεψίδημος
τὸν θαλάττιον λέγεις;
Χρεμύλος
εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον.
Βλεψίδημος
εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους;
Χρεμύλος
οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ.
Βλεψίδημος
τί φῄς;
 
οὐ τῷ μεταδοῦναι; 400
Χρεμύλος
μὰ Δία. δεῖ γὰρ πρῶτα 400
Βλεψίδημος
τί; 400
Χρεμύλος
βλέψαι ποιῆσαι νώ—
Βλεψίδημος
τίνα βλέψαι; φράσον.
Χρεμύλος
τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ.
Βλεψίδημος
τυφλὸς γὰρ ὄντως ἐστί;
Χρεμύλος
νὴ τὸν οὐρανόν.
Βλεψίδημος
οὐκ ἐτὸς ἄρʼ ὡς ἔμʼ ἦλθεν οὐδεπώποτε.
Χρεμύλος
ἀλλʼ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται. 405
Βλεψίδημος
οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά;
Χρεμύλος
τίς δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει;
 
οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστʼ οὔθʼ ἡ τέχνη.
Βλεψίδημος
σκοπῶμεν.
Χρεμύλος
ἀλλʼ οὐκ ἔστιν.
Βλεψίδημος
οὐδ ἐμοὶ δοκεῖ.
Χρεμύλος
μὰ Δίʼ ἀλλʼ ὅπερ πάλαι παρεσκευαζόμην 410
 
ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ
 
κράτιστόν ἐστι.
Βλεψίδημος
πολὺ μὲν οὖν νὴ τοὺς θεούς.
 
μή νυν διάτριβʼ ἀλλʼ ἄνυε πράττων ἕν γέ τι.
Χρεμύλος
καὶ δὴ βαδίζω.
Βλεψίδημος
σπεῦδέ νυν.
Χρεμύλος
τοῦτʼ αὐτὸ δρῶ.
Πενία
ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον 415
 
τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε—
 
ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον;
Βλεψίδημος
Ἡράκλεις.
Πενία
ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς·
 
τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν,
 
ἀλλʼ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε 420
 
οὔτε θεὸς οὔτʼ ἄνθρωπος· ὥστʼ ἀπολώλατον.
Χρεμύλος
σὺ δʼ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς.
Βλεψίδημος
ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας·
 
βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν.
Χρεμύλος
ἀλλʼ οὐκ ἔχει γὰρ δᾷδας. 425
Βλεψίδημος
οὐκοῦν κλαύσεται. 425
Πενία
ὄιεσθε δʼ εἶναι τίνα με;
Χρεμύλος
πανδοκεύτριαν
 
ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ
 
ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη.
Πενία
ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον
 
ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν; 430
Χρεμύλος
οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται;
 
ἀλλʼ ἥτις εἶ λέγειν σʼ ἐχρῆν αὐτίκα μάλα.
Πενία
ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην
 
ἀνθʼ ὧν ἐμὲ ζητεῖτον ἐνθένδʼ ἀφανίσαι.
Βλεψίδημος
ἆρʼ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων, 435
 
ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται;
Πενία
Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλʼ ἔτη.
Βλεψίδημος
ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ;
Χρεμύλος
οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον·
 
οὐ παραμενεῖς; 440
Βλεψίδημος
ἥκιστα πάντων. 440
Χρεμύλος
οὐ μενεῖς; 440
 
ἀλλʼ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν;
Βλεψίδημος
Πενία γάρ ἐστιν ὦ πόνηρʼ, ἧς οὐδαμοῦ
 
οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον.
Χρεμύλος
στῆθʼ, ἀντιβολῶ σε, στῆθι.
Βλεψίδημος
μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος
καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ 445
 
ἔργων ἁπάντων ἐργασόμεθʼ, εἰ τὸν θεὸν
 
ἔρημον ἀπολιπόντε ποι φευξούμεθα
 
τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα.
Βλεψίδημος
ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες;
 
ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα 450
 
οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη;
Χρεμύλος
θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι
 
τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων.
Πενία
γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε,
 
ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω; 455
Χρεμύλος
σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ
 
ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη;
Πενία
οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε
 
ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω
 
βλέψαι πάλιν; 460
Χρεμύλος
τί οὖν ἀδικοῦμεν τοῦτό σε, 460
 
εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν
 
ἀγαθόν;
Πενία
τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ;
Χρεμύλος
ὅ τι;
 
σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος.
Πενία
ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον
 
κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους; 465
Χρεμύλος
ὅ τι; 465
 
εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα.
Πενία
καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον
 
τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην
 
ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ
 
ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή, 470
 
ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ.
Χρεμύλος
ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;
Πενία
καὶ σύ γε διδάσκου· πάνυ γὰρ οἶμαι ῥᾳδίως
 
ἅπανθʼ ἁμαρτάνοντά σʼ ἀποδείξειν ἐγώ,
 
εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους. 475
Χρεμύλος
ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε;
Πενία
οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς.
Χρεμύλος
καὶ τίς δύναιτʼ ἂν μὴ βοᾶν ἰοὺ ἰοὺ
 
τοιαῦτʼ ἀκούων;
Πενία
ὅστις ἐστὶν εὖ φρονῶν.
Χρεμύλος
τί δῆτά σοι τίμημʼ ἐπιγράψω τῇ δίκῃ, 480
 
ἐὰν ἁλῷς;
Πενία
ὅ τι σοι δοκεῖ.
Χρεμύλος
καλῶς λέγεις.
Πενία
τὸ γὰρ αὔτʼ, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν.
Χρεμύλος
ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν;
Βλεψίδημος
ταύτῃ γε· νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω.
Πενία
οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντʼ, ἢ τί γʼ ἂν 485
 
ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι;
[Agon]
ἀλλʼ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ
Χορός
ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δʼ ἐνδώσετε μηδέν.
Χρεμύλος
φανερὸν μὲν ἔγωγʼ οἶμαι γνῶναι τοῦτʼ εἶναι πᾶσιν ὁμοίως,
 
ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον, 490
 
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου.
 
τοῦτʼ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι
 
βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον.
 
ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ,
 
ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει, 495
 
τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται· κᾆτα ποιήσει
 
πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας.
 
καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτʼ ἄμεινον;
Βλεψίδημος
οὐδείς· τούτου μάρτυς ἐγώ σοι· μηδὲν ταύτην γʼ ἀνερώτα.
Χρεμύλος
ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται, 500
 
τίς ἂν οὐχ ἡγοῖτʼ εἶναι μανίαν κακοδαιμονίαν τʼ ἔτι μᾶλλον;
 
πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί,
 
ἀδίκως αὐτὰ ξυλλεξάμενοι· πολλοὶ δʼ ὄντες πάνυ χρηστοὶ
 
πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν.
 
οὔκουν εἶναί φημʼ, εἰ παύσει ταύτην βλέψας ποθʼ ὁ Πλοῦτος, 505
 
ὁδὸν ἥντινʼ ἰὼν τοῖς ἀνθρώποις ἀγάθʼ ἄν μείζω πορίσειεν.
Πενία
ἀλλʼ ὦ πάντων ῥᾷστʼ ἀνθρώπων ἀναπεισθέντʼ οὐχ ὑγιαίνειν
 
δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν,
 
εἰ τοῦτο γένοιθʼ ὃ ποθεῖθʼ ὑμεῖς, οὔ φημʼ ἂν λυσιτελεῖν σφῷν.
 
εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τʼ ἴσον αὑτόν, 510
 
οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτʼ ἂν σοφίαν μελετῴη
 
οὐδείς· ἀμφοῖν δʼ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει
 
τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν,
 
ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν,
 
ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι, 515
 
ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν;
Χρεμύλος
λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθʼ ὅσα νῦν δὴ κατέλεξας
 
οἱ θεράποντες μοχθήσουσιν.
Πενία
πόθεν οὖν ἕξεις θεράποντας;
Χρεμύλος
ὠνησόμεθʼ ἀργυρίου δήπου.
Πενία
τίς δʼ ἔσται πρῶτον ὁ πωλῶν,
 
ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ; 520
Χρεμύλος
κερδαίνειν βουλόμενός τις 520
 
ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν.
Πενία
ἀλλʼ οὐδʼ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδʼ ἀνδραποδιστὴς
 
κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει
 
κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι;
 
ὥστʼ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν 525
 
ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν.
Χρεμύλος
ἐς κεφαλὴν σοί.
Πενία
ἔτι δʼ οὐχ ἕξεις οὔτʼ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται,
 
οὔτʼ ἐν δάπισιν· τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος;
 
οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον.
 
οὔθʼ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. 530
 
καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας;
 
παρʼ ἐμοῦ δʼ ἔστιν ταῦτʼ εὔπορα πάνθʼ ὑμῖν ὧν δείσθον· ἐγὼ γὰρ
 
τὸν χειροτέχνην ὥσπερ δέσποινʼ ἐπαναγκάζουσα κάθημαι
 
διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει.
Χρεμύλος
σὺ γὰρ ἂν πορίσαι τί δύναιʼ ἀγαθὸν φῴδων ἐκ βαλανείου 535
 
καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι·δίων κολοσυρτόν;
 
φθειρῶν τʼ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι
 
ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν,
 
ἐπεγείρουσαι καὶ φράζουσαι, πεινήσεις, ἀλλʼ ἐπανίστω.
 
πρὸς δέ γε τούτοις ἀνθʼ ἱματίου μὲν ἔχειν ῥάκος· ἀντὶ δὲ κλίνης 540
 
στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει·
 
καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν· ἀντὶ δὲ προσκεφαλαίου
 
λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ· σιτεῖσθαι δʼ ἀντὶ μὲν ἄρτων
 
μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖʼ ἰσχνῶν ῥαφανίδων,
 
ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας 545
 
φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν
 
ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σʼ αἴτιον οὖσαν;
Πενία
σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δʼ ὑπεκρούσω.
Χρεμύλος
οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν.
Πενία
ὑμεῖς γʼ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. 550
 
ἀλλʼ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δίʼ, οὐδέ γε μέλλει.
 
πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα·
 
τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα,
 
περιγίγνεσθαι δʼ αὐτῷ μηδέν, μὴ μέντοι μηδʼ ἐπιλείπειν.
Χρεμύλος
ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας, 555
 
εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι.
Πενία
σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας,
 
οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας
 
καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες
 
καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς, 560
 
παρʼ ἐμοὶ δʼ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί.
Χρεμύλος
ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις.
Πενία
περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω
 
ὅτι κοσμιότης οἰκεῖ μετʼ ἐμοῦ, τοῦ Πλούτου δʼ ἐστὶι ὑβρίζειν.
Χρεμύλος
πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν. 565
Βλεψίδημος
†νὴ τὸν Δίʼ, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;†
Πενία
σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν
 
ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι,
 
πλουτήσαντες δʼ ἀπὸ τῶν κοινῶν παραχρῆμʼ ἄδικοι γεγένηνται,
 
ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν. 570
Χρεμύλος
ἀλλʼ οὐ ψεύδει τούτων γʼ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα.
 
ἀτὰρ οὐχ ἧττόν γʼ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς,
 
ὁτιὴ ζητεῖς τοῦτʼ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον
 
Πενία Πλούτου.
Πενία
καὶ σύ γʼ ἐλέγξαι μʼ οὔπω δύνασαι περὶ τούτου,
 
ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. 575
Χρεμύλος
καὶ πῶς φεύγουσί σʼ ἅπαντες; 575
Πενία
ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δʼ ἔστι μάλιστα
 
ἀπὸ τῶν παίδων· τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα
 
αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμʼ ἐστὶ δίκαιον.
Χρεμύλος
τὸν Δία φήσεις ἆρʼ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον·
 
κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει. 580
Βλεψίδημος
ταύτην δʼ ἡμῖν ἀποπέμπει.
Πενία
ἀλλʼ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω,
 
ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτʼ ἤδη φανερῶς σε διδάξω.
 
εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα
 
ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει,
 
ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας 585
 
κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει.
Χρεμύλος
οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος·
 
φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι,
 
λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ.
Πενία
πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι, 590
 
εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής.
Χρεμύλος
ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας.
Πενία
τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν
 
διὰ τὴν Πενίαν.
Χρεμύλος
παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι,
 
εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη 595
 
τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν,
 
τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι.
 
ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς
 
ἔτι μηδʼ ὁτιοῦν.
 
οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς. 600
Πενία
ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει.
Χρεμύλος
Παύσωνα κάλει τὸν ξύσσιτον.
Πενία
τί πάθω τλήμων;
Χρεμύλος
ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν.
Πενία
εἶμι δὲ ποῖ γῆς; 605
Χρεμύλος
ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν
 
χρῆν σʼ, ἀλλʼ ἀνύειν.
Πενία
ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ
 
μεταπέμψεσθον.
Χρεμύλος
τότε νοστήσεις· νῦν δὲ φθείρου. 610
 
κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,
 
σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν.
Βλεψίδημος
νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν
 
εὐωχεῖσθαι μετὰ τῶν παίδων
 
τῆς τε γυναικός, καὶ λουσάμενος 615
 
λιπαρὸς χωρῶν ἐκ βαλανείου
 
τῶν χειροτεχνῶν
 
καὶ τῆς Πενίας καταπαρδεῖν.
Χρεμύλος
αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται.
 
ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν 620
 
ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ.
Βλεψίδημος
καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ
 
ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν.
Χρεμύλος
παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν
 
αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται, 625
 
καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα.
Καρίων
ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι
 
γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις,
 
ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε,
 
ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου. 630
Χορός
τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων;
 
φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος.
Καρίων
ὁ δεσπότης πέπραγεν εὐτυχέστατα,
 
μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ
 
ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας, 635
 
Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών.
Χορός
λέγεις μοι χαράν, λέγεις μοι βοάν.
Καρίων
πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή.
Χορός
ἀναβοάσομαι τὸν εὔπαιδα καὶ
 
μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν. 640
Γυνή
τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται
 
χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι
 
ἔνδον κάθημαι περιμένουσα τουτονί.
Καρίων
ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα
 
καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα· 645
 
ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω.
Γυνή
καὶ ποῦ στιν;
Καρίων
ἐν τοῖς λεγομένοις εἴσει τάχα.
Γυνή
πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ.
Καρίων
ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα
 
ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ. 650
Γυνή
μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν.
Καρίων
μὴ τἀγαθὰ
 
ἃ νῦν γεγένηται;
Γυνή
μὴ μὲν οὖν τὰ πράγματα.
Καρίων
ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν
 
ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον
 
νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα, 655
 
πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν,
 
ἔπειτʼ ἐλοῦμεν.
Γυνή
νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν
 
ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος.
Καρίων
ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ.
 
ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα 660
 
καθωσιώθη πέλανος Ἡφαίστου φλογί,
 
κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν·
 
ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο.
Γυνή
ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ;
Καρίων
εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, 665
 
κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν·
 
ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα
 
ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας
 
ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ
 
ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου 670
 
σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα.
 
κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με
 
ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη
 
ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου,
 
ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. 675
 
ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
 
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
 
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ
 
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
 
εἴ που πόπανον εἴη τι καταλελειμμένον· 680
 
ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά.
 
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
 
ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
Γυνή
ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
Καρίων
νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με 685
 
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα·
 
ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
 
τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
 
ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ
 
ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. 690
 
ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
 
κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ
 
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
 
κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
 
ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην. 695
Γυνή
ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
Καρίων
οὐδέπω.
 
μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι
 
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
 
ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
Γυνή
ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο. 700
Καρίων
οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα
 
ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη
 
τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.
Γυνή
αὐτὸς δʼ ἐκεῖνος;
Καρίων
οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.
Γυνή
λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν. 705
Καρίων
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.
Γυνή
αἲ τάλαν.
Καρίων
μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
 
δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα
 
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
 
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον 710
 
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
Γυνή
λίθινον;
Καρίων
μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.
Γυνή
σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,
 
ὃς ἐγκεκαλύφθαι φῄς;
Καρίων
διὰ τοῦ τριβωνίου·
 
ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. 715
 
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
 
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
 
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα
 
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
 
καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ 720
 
κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα
 
ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
 
ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·
 
ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος,
 
ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας. 725
Γυνή
ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός.
Καρίων
μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο,
 
καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο,
 
ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν
 
τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ 730
 
κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι
 
καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν.
 
ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ
 
ὑπερφυεῖς τὸ μέγεθος.
Γυνή
ὦ φίλοι θεοί.
Καρίων
τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ 735
 
τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ·
 
καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα,
 
ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων·
 
ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς
 
τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως 740
 
ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών.
 
οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς
 
τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην
 
ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα.
 
ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, 745
 
ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ,
 
τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν.
Γυνή
ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα.
 
ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος;
Καρίων
ἔρχεται.
 
ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. 750
 
οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον
 
ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ
 
ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς·
 
ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν
 
οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, 755
 
ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα.
 
οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι
 
γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ
 
ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.
 
ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου 760
 
ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε·
 
οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,
 
ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.
Γυνή
νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι
 
εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ 765
 
τοιαῦτʼ ἀπαγγείλαντα.
Καρίων
μή νυν μέλλʼ ἔτι,
 
ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.
Γυνή
φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα
 
ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.
Καρίων
ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι. 770
Πλοῦτος
καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,
 
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
 
χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
 
αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,
 
οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον, 775
 
τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας
 
ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ,
 
ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων·
 
ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ
 
δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι 780
 
ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.
Χρεμύλος
βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοι
 
οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ.
 
νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,
 
ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα. 785
 
ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος
 
περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;
Γυνή
ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.
 
φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα
 
ταυτὶ καταχέω σου λαβοῦσα. 790
Πλοῦτος
μηδαμῶς. 790
 
ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν
 
πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν
 
πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.
Γυνή
εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;
Πλοῦτος
ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος· 795
 
ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.
 
οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ
 
ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις
 
προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν.
Γυνή
εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ 800
 
ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.
Καρίων
ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως,
 
καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν.
 
ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν
 
ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν. 805
 
οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή. 805
 
ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων,
 
οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.
 
ἅπαντα δʼ ἡμῖν ἀργυρίου καὶ χρυσίου
 
τὰ σκευάρια πλήρη ʼστίν, ὥστε θαυμάσαι.
 
τὸ φρέαρ δʼ ἐλαίου μεστόν· αἱ δὲ λήκυθοι 810
 
μύρου γέμουσι, τὸ δʼ ὑπερῷον ἰσχάδων.
 
ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα
 
χαλκῆ γέγονε· τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς
 
τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθʼ ὁρᾶν.
 
ὁ δʼ ἰπνὸς γέγονʼ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. 815
 
στατῆρσι δʼ οἱ θεράποντες ἀρτιάζομεν
 
χρυσοῖς· ἀποψώμεσθα δʼ οὐ λίθοις ἔτι,
 
ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.
 
καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ
 
ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος· 820
 
ἐμὲ δʼ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ
 
ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.
Δίκαιος
ἕπου μετʼ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν
 
ἴωμεν.
Καρίων
ἔα τίς ἔσθʼ ὁ προσιὼν οὑτοσί;
Δίκαιος
ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δʼ εὐτυχής. 825
Καρίων
δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.
Δίκαιος
μάλιστʼ.
Καρίων
ἔπειτα τοῦ δέει;
Δίκαιος
πρὸς τὸν θεὸν
 
ἥκω· μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.
 
ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς
 
λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων, 830
 
εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.
Καρίων
ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.
Δίκαιος
κομιδῇ μὲν οὖν.
Καρίων
οὐκοῦν μετὰ ταῦτʼ ἦσθʼ ἄθλιος.
Δίκαιος
κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως
 
εὐηργέτησα δεομένους ἕξειν φίλους 835
 
ὄντως βεβαίους, εἰ δεηθείην ποτέ·
 
οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι.
Καρίων
καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι.
Δίκαιος
κομιδῇ μὲν οὖν·
 
αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν.
Καρίων
ἀλλʼ οὐχὶ νῦν. 840
Δίκαιος
ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν 840
 
προσευξόμενος ἥκω δικαίως ἐνθάδε.
Καρίων
τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,
 
ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.
Δίκαιος
καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.
Καρίων
μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα; 845
Δίκαιος
οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα.
Καρίων
τὰ δʼ ἐμβάδια;
Δίκαιος
καὶ ταῦτα συνεχειμάζετο.
Καρίων
καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν;
Δίκαιος
νὴ τὸν Δία.
Καρίων
χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων.
Συκοφάντης
οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος, 850
 
καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις
 
καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού.
 
οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.
Καρίων
Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,
 
τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν; 855
Συκοφάντης
οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,
 
ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας
 
διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν
 
πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;
Δίκαιος
ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ. 860
 
προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,
 
ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος.
Καρίων
νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.
Συκοφάντης
ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους
 
ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως, 865
 
εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ
 
πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.
Καρίων
καὶ τίνα δέδρακε δῆτα τοῦτʼ;
Συκοφάντης
ἐμὲ τουτονί.
Καρίων
ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων;
Συκοφάντης
μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός, 870
 
κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.
Καρίων
ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν
 
ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.
Συκοφάντης
σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις·
 
ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον 875
 
εἰπεῖν ἃ πεπανούργηκας.
Καρίων
οἰμώξἄρα σύ.
Δίκαιος
νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος
 
ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι
 
τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.
Συκοφάντης
οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς; 880
 
ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;
 
ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον.
Δίκαιος
οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος
 
τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς.
Καρίων
† ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.† 885
Συκοφάντης
ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον,
 
ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.
 
οὐκ ἐπʼ ἀγαθῷ γὰρ ἐνθάδʼ ἐστὸν οὐδενί.
Δίκαιος
μὰ τὸν Δίʼ οὔκουν τῷ γε σῷ, σάφʼ ἴσθʼ ὅτι.
Συκοφάντης
ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον. 890
Καρίων
ὡς δὴ ʼπʼ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος
 
διαρραγείης μηδενός γʼ ἐμπλήμενος.
Συκοφάντης
ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω
 
πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.
 
ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ. 895
Καρίων
κακόδαιμον ὀσφραίνει τι;
Δίκαιος
τοῦ ψύχους γʼ ἴσως
 
ἐπεὶ τοιοῦτόν γʼ ἀμπέχεται τριβώνιον.
Συκοφάντης
ταῦτʼ οὖν ἀνασχέτʼ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,
 
τούτους ὑβρίζειν εἰς ἔμʼ; οἴμʼ ὡς ἄχθομαι
 
ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς. 900
Δίκαιος
σὺ φιλόπολις καὶ χρηστός;
Συκοφάντης
ὡς οὐδείς γʼ ἀνήρ.
Δίκαιος
καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.
Συκοφάντης
τὸ τί;
Δίκαιος
γεωργὸς εἶ;
Συκοφάντης
μελαγχολᾶν μʼ οὕτως οἴει;
Δίκαιος
ἀλλʼ ἔμπορος;
Συκοφάντης
ναί, σκήπτομαί γʼ, ὅταν τύχω.
Δίκαιος
τί δαί; τέχνην τινʼ ἔμαθες; 905
Συκοφάντης
οὐ μὰ τὸν Δία. 905
Δίκαιος
πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;
Συκοφάντης
τῶν τῆς πόλεώς εἰμʼ ἐπιμελητὴς πραγμάτων
 
καὶ τῶν ἰδίων πάντων.
Δίκαιος
σύ; τί μαθών;
Συκοφάντης
βούλομαι.
Δίκαιος
πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,
 
εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει; 910
Συκοφάντης
οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν
 
εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω;
Δίκαιος
εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;
Συκοφάντης
τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις
 
καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ. 915
Δίκαιος
οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις
 
ἄρχειν καθίστησιν;
Συκοφάντης
κατηγορεῖ δὲ τίς;
Δίκαιος
ὁ βουλόμενος.
Συκοφάντης
οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ,
 
ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα.
Δίκαιος
νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει. 920
 
ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων
 
ζῆν ἀργός;
Συκοφάντης
ἀλλὰ προβατίου βίον λέγεις,
 
εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.
Δίκαιος
οὐδʼ ἂν μεταμάθοις;
Συκοφάντης
οὐδʼ ἂν εἰ δοίης γέ μοι
 
τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. 925
Δίκαιος
κατάθου ταχέως θοἰμάτιον.
Καρίων
οὗτος, σοὶ λέγει.
Δίκαιος
ἔπειθʼ ὑπόλυσαι.
Καρίων
ταῦτα πάντα σοὶ λέγει.
Συκοφάντης
καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ
 
ὁ βουλόμενος.
Καρίων
οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ.
Συκοφάντης
οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν. 930
Καρίων
σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.
Συκοφάντης
ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.
Δίκαιος
ἀλλʼ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.
Συκοφάντης
οἴμοι περιείλημμαι μόνος.
Καρίων
νυνὶ βοᾷς;
Συκοφάντης
οἴμοι μάλʼ αὖθις. 935
Καρίων
δὸς σύ μοι τὸ τριβώνιον, 935
 
ἵνʼ ἀμφιέσω τὸν συκοφάντην τουτονί.
Δίκαιος
μὴ δῆθʼ· ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.
Καρίων
ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται
 
ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;
 
Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει. 940
Δίκαιος
τοῖς δʼ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.
Καρίων
καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα
 
ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.
Συκοφάντης
ἄπειμι· γιγνώσκω γὰρ ἥττων ὢν πολὺ
 
ὑμῶν· ἐὰν δὲ σύζυγον λάβω τινὰ 945
 
καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν
 
ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,
 
ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος
 
τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν
 
τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν. 950
Δίκαιος
καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν
 
ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε·
 
ἔπειτʼ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.
 
κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.
Καρίων
ἀλλʼ ὁ βαλανεὺς ἕλξει θύραζʼ αὐτὸν λαβὼν 955
 
τῶν ὀρχιπέδων· ἰδὼν γὰρ αὐτὸν γνώσεται
 
ὅτι ἔστʼ ἐκείνου τοῦ πονηροῦ κόμματος.
 
νὼ δʼ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.
Γραῦς
ἆρʼ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν
 
ἀφίγμεθʼ ὄντως τοῦ νέου τούτου θεοῦ, 960
 
ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;
Χορός
ἀλλʼ ἴσθʼ ἐπʼ αὐτὰς τὰς θύρας ἀφιγμένη
 
ὦ μειρακίσκη· πυνθάνει γὰρ ὡρικῶς.
Γραῦς
φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.
Χρεμύλος
μὴ δῆτʼ· ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα. 965
 
ἀλλʼ ὅ τι μάλιστʼ ἐλήλυθας λέγειν σʼ ἐχρῆν.
Γραῦς
πέπονθα δεινὰ καὶ παράνομʼ ὦ φίλτατε·
 
ἀφʼ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,
 
ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.
Χρεμύλος
τί δʼ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια 970
 
εν ταῖς γυναιξὶν ἦσθα;
Γραῦς
μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Χρεμύλος
ἀλλʼ οὐ λαχοῦσʼ ἔπινες ἐν τῷ γράμματι;
Γραῦς
σκώπτεις· ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.
Χρεμύλος
οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;
Γραῦς
ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον, 975
 
πενιχρὸν μέν, ἄλλως δʼ εὐπρόσωπον καὶ καλὸν
 
καὶ χρηστόν· εἰ γάρ του δεηθείην ἐγώ,
 
ἅπαντʼ ἐποίει κοσμίως μοι καὶ καλῶς·
 
ἐγὼ δʼ ἐκείνῳ πάντα ταῦθʼ ὑπηρέτουν.
Χρεμύλος
τί δʼ ἦν ὅ τι σου μάλιστʼ ἐδεῖθʼ ἑκάστοτε; 980
Γραῦς
οὐ πολλά· καὶ γὰρ ἐκνομίως μʼ ᾐσχύνετο.
 
ἀλλʼ ἀργυρίου δραχμὰς ἂν ᾔτησʼ εἴκοσιν
 
εἰς ἱμάτιον, ὀκτὼ δʼ ἂν εἰς ὑποδήματα·
 
καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον
 
ἐκέλευσεν ἂν τῇ μητρί θʼ ἱματίδιον· 985
 
πυρῶν τʼ ἂν ἐδεήθη μεδίμνων τεττάρων.
Χρεμύλος
οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε
 
εἴρηκας, ἀλλὰ δῆλον ὅτι σʼ ᾐσχύνετο.
Γραῦς
καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας
 
αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα, 990
 
ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.
Χρεμύλος
λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα.
Γραῦς
ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει
 
τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.
 
ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ 995
 
καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα
 
ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι
 
εἰς ἑσπέραν ἥξοιμι—
Χρεμύλος
τί σʼ ἔδρασʼ; εἰπέ μοι.
Γραῦς
ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,
 
ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι, 1000
 
καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι
 
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι.
Χρεμύλος
δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,
 
ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ·
 
πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν. 1005
Γραῦς
καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ
 
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.
Χρεμύλος
ἐπʼ ἐκφοράν;
Γραῦς
μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
 
ἐρῶν ἀκοῦσαι.
Χρεμύλος
τοῦ λαβεῖν μὲν οὖν χάριν.
Γραῦς
καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με, 1010
 
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
Χρεμύλος
ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
Γραῦς
μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
 
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
 
ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν. 1015
 
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
Χρεμύλος
μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
Γραῦς
καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
Χρεμύλος
ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
Γραῦς
ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. 1020
Χρεμύλος
εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
Γραῦς
τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
Χρεμύλος
οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
 
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
Γραῦς
ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, 1025
 
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
Χρεμύλος
τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
Γραῦς
ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
 
τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,
 
ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν. 1030
Χρεμύλος
οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
Γραῦς
ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
Χρεμύλος
ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται.
Γραῦς
ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε.
Χρεμύλος
οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς. 1035
Γραῦς
διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις.
Χρεμύλος
εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία.
Γραῦς
καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,
 
οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω·
 
ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν. 1040
Χρεμύλος
φαίνεται. 1040
 
στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται.
Νεανίας
ἀσπάζομαί σε.
Γραῦς
τί φησιν;
Νεανίας
ἀρχαία φίλη,
 
πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.
Γραῦς
τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.
Χρεμύλος
ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι. 1045
Γραῦς
ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν;
Χρεμύλος
τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα·
 
μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.
Γραῦς
οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.
Νεανίας
ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί, 1050
 
ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.
Γραῦς
ἆ ἆ,
 
τὴν δᾷδα μή μοι πρόσφερʼ.
Χρεμύλος
εὖ μέντοι λέγει.
 
ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ
 
ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.
Νεανίας
βούλει διὰ χρόνου πρός με παῖσαι; 1055
Γραῦς
ποῖ τάλαν; 1055
Νεανίας
αὐτοῦ, λαβοῦσα κάρυα.
Γραῦς
παιδιὰν τίνα;
Νεανίας
πόσους ἔχεις ὀδόντας.
Χρεμύλος
ἀλλὰ γνώσομαι
 
κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.
Νεανίας
ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ.
Γραῦς
ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς, 1060
 
πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.
Νεανίας
ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.
Χρεμύλος
οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,
 
εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,
 
ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. 1065
Γραῦς
γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.
Νεανίας
πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων
 
ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.
Γραῦς
μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ.
Χρεμύλος
μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν. 1070
 
ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα
 
μισεῖν σε ταύτην.
Νεανίας
ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ.
Χρεμύλος
καὶ μὴν κατηγορεῖ γέ σου.
Νεανίας
τί κατηγορεῖ;
Χρεμύλος
εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι
 
πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. 1075
Νεανίας
ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.
Χρεμύλος
τὸ τί;
Νεανίας
αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ
 
οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν·
 
νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.
Χρεμύλος
οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως 1080
 
εἶναι μετʼ αὐτῆς.
Γραῦς
ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς;
Νεανίας
οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ
 
ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.
Χρεμύλος
ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους
 
πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα. 1085
Νεανίας
ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.
Χρεμύλος
οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται.
Νεανίας
ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι
 
ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω.
Γραῦς
ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι. 1090
Νεανίας
ἐγὼ δέ γʼ οὐκ εἴσειμι.
Χρεμύλος
θάρρει, μὴ φοβοῦ.
 
οὐ γὰρ βιάσεται.
Νεανίας
πάνυ καλῶς τοίνυν λέγεις.
 
ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.
Γραῦς
βάδιζʼ· ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.
Χρεμύλος
ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον 1095
 
ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.
Καρίων
τίς ἔσθʼ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;
 
οὐδεὶς ἔοικεν· ἀλλὰ δῆτα τὸ θύριον
 
φθεγγόμενον ἄλλως κλαυσιᾷ.
Ἑρμῆς
σέ τοι λέγω,
 
ὁ Καρίων, ἀνάμεινον. 1100
Καρίων
οὗτος εἰπέ μοι, 1100
 
σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;
Ἑρμῆς
μὰ Δίʼ ἀλλʼ ἔμελλον· εἶτʼ ἀνέῳξάς με φθάσας.
 
ἀλλʼ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,
 
ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,
 
ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα, 1105
 
ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.
Καρίων
εἰπέ μοι,
 
τί δʼ ἔστιν;
Ἑρμῆς
ὁ Ζεὺς ὦ πόνηρε βούλεται
 
ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον
 
ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.
Καρίων
ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται. 1110
 
ἀτὰρ διὰ τί δὴ ταῦτʼ ἐπιβουλεύει ποιεῖν
 
ἡμᾶς;
Ἑρμῆς
ὁτιὴ δεινότατα πάντων πραγμάτων
 
εἴργασθʼ. ἀφʼ οὗ γὰρ ἤρξατʼ ἐξ ἀρχῆς βλέπειν
 
ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην,
 
οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλʼ οὐδὲ ἓν 1115
 
ἡμῖν ἔτι θύει τοῖς θεοῖς.
Καρίων
μὰ Δίʼ οὐδέ γε
 
θύσει. κακῶς γὰρ ἐπεμελεῖσθʼ ἡμῶν τότε.
Ἑρμῆς
καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει,
 
ἐγὼ δʼ ἀπόλωλα κἀπιτέτριμμαι.
Καρίων
σωφρονεῖς.
Ἑρμῆς
πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν 1120
 
πάντʼ ἀγάθʼ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι
 
ἰσχάδας, ὅσʼ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν·
 
νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι.
Καρίων
οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν
 
ἐνίοτε τοιαῦτʼ ἀγάθʼ ἔχων; 1125
Ἑρμῆς
οἴμοι τάλας, 1125
 
οἴμοι πλακοῦντος τοῦ νʼ τετράδι πεπεμμένου.
Καρίων
ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
Ἑρμῆς
οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον.
Καρίων
ἀσκωλίαζʼ ἐνταῦθα πρὸς τὴν αἰθρίαν.
Ἑρμῆς
σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον. 1130
Καρίων
ὀδύνη σε περὶ τὰ σπλάγχνʼ ἔοικέ τι στρέφειν.
Ἑρμῆς
οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης.
Καρίων
ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις.
Ἑρμῆς
ἆρʼ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον;
Καρίων
εἴ του δέει γʼ ὧν δυνατός εἰμί σʼ ὠφελεῖν. 1135
Ἑρμῆς
εἴ μοι πορίσας ἄρτον τινʼ εὖ πεπεμμένον
 
δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν
 
ὧν θύεθʼ ὑμεῖς ἔνδον.
Καρίων
ἀλλʼ οὐκ ἐκφορά.
Ἑρμῆς
καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου
 
ὑφέλοιʼ, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί. 1140
Καρίων
ἐφʼ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε.
 
ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος.
Ἑρμῆς
ἔπειτα τοῦτόν γʼ αὐτὸς ἂν κατήσθιες.
Καρίων
οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί,
 
ὁπότε τι ληφθείην πανουργήσας ἐγώ. 1145
Ἑρμῆς
μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες.
 
ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με.
Καρίων
ἔπειτʼ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς;
Ἑρμῆς
τὰ γὰρ παρʼ ὑμῖν ἐστι βελτίω πολύ.
Καρίων
τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ; 1150
Ἑρμῆς
πατρὶς γάρ ἐστι πᾶσʼ ἵνʼ ἂν πράττῃ τις εὖ.
Καρίων
τί δῆτʼ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδʼ ὤν;
Ἑρμῆς
παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με.
Καρίων
στροφαῖον; ἀλλʼ οὐκ ἔργον ἔστʼ οὐδὲν στροφῶν.
Ἑρμῆς
ἀλλʼ ἐμπολαῖον. 1155
Καρίων
ἀλλὰ πλουτοῦμεν· τί οὖν 1155
 
Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν;
Ἑρμῆς
ἀλλὰ δόλιον τοίνυν.
Καρίων
δόλιον; ἥκιστά γε·
 
οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλʼ ἁπλῶν τρόπων.
Ἑρμῆς
ἀλλʼ ἡγεμόνιον.
Καρίων
ἀλλʼ ὁ θεὸς ἤδη βλέπει,
 
ὥσθʼ ἡγεμόνος οὐδὲν δεησόμεσθʼ ἔτι. 1160
Ἑρμῆς
ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτʼ ἐρεῖς;
 
Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον
 
ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς.
Καρίων
ὡς ἀγαθόν ἐστʼ ἐπωνυμίας πολλὰς ἔχειν·
 
οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον. 1165
 
οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ
 
σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν.
Ἑρμῆς
οὐκοῦν ἐπὶ τούτοις εἰσίω;
Καρίων
καὶ πλῦνέ γε
 
αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας,
 
ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς. 1170
Ἱερεύς
τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς;
Χρεμύλος
τί δʼ ἔστιν ὦ βέλτιστε;
Ἱερεύς
τί γὰρ ἀλλʼ ἢ κακῶς;
 
ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν,
 
ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω,
 
καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός. 1175
Χρεμύλος
ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν;
Ἱερεύς
θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ.
Χρεμύλος
τίνος οὕνεκα;
Ἱερεύς
ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε,
 
ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος
 
ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν 1180
 
δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις
 
κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς
 
θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται,
 
πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι.
Χρεμύλος
οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις; 1185
Ἱερεύς
τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ
 
χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν.
Χρεμύλος
θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ.
 
ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε,
 
αὐτόματος ἥκων. 1190
Ἱερεύς
πάντʼ ἀγαθὰ τοίνυν λέγεις. 1190
Χρεμύλος
ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε
 
τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος
 
τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ.
 
ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας,
 
ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ. 1195
Ἱερεύς
πάνυ μὲν οὖν 1195
 
δρᾶν ταῦτα χρή.
Χρεμύλος
τὸν Πλοῦτον ἔξω τις κάλει.
Γραῦς
ἐγὼ δὲ τί ποιῶ;
Χρεμύλος
τὰς χύτρας, αἷς τὸν θεὸν
 
ἱδρυσόμεθα, λαβοῦσʼ ἐπὶ τῆς κεφαλῆς φέρε
 
σεμνῶς· ἔχουσα δʼ ἦλθες αὐτὴ ποικίλα.
Γραῦς
ὧν δʼ οὕνεκʼ ἦλθον; 1200
Χρεμύλος
πάντα σοι πεπράξεται. 1200
 
ἥξει γὰρ ὁ νεανίσκος ὡς σʼ εἰς ἑσπέραν.
Γραῦς
ἀλλʼ εἴ γε μέντοι νὴ Δίʼ ἐγγυᾷ σύ μοι
 
ἥξειν ἐκεῖνον ὡς ἔμʼ, οἴσω τὰς χύτρας.
Χρεμύλος
καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία
 
αὗται ποιοῦσι· ταῖς μὲν ἄλλαις γὰρ χύτραις 1205
 
ἡ γραῦς ἔπεστʼ ἀνωτάτω, ταύτης δὲ νῦν
 
τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
[Exodus]
οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδʼ ἡμᾶς, ἀλλʼ ἀναχωρεῖν
Χορός
ἐς τοὔπισθεν· δεῖ γὰρ κατόπιν τούτων ᾄδοντας ἕπεσθαι.
1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme