Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Eksodos

Βλέπυρος
ἔχω δέ τοι καὶ δᾷδα ταυτηνὶ καλῶς. 1150
Χορὸς
τί δῆτα διατρίβεις ἔχων, ἀλλʼ οὐκ ἄγεις
 
τασδὶ λαβών; ἐν ὅσῳ δὲ καταβαίνεις, ἐγὼ
 
ἐπᾴσομαι μέλος τι μελλοδειπνικόν.
 
σμικρὸν δʼ ὑποθέσθαι τοῖς κριταῖσι βούλομαι.
[Parabasis]
τοῖς σοφοῖς μὲν τῶν σοφῶν μεμνημένοις κρίνειν ἐμέ, 1155
Χορὸς
τοῖς γελῶσι δʼ ἡδέως διὰ τὸν γέλων κρίνειν ἐμέ·
 
σχεδὸν ἅπαντας οὖν κελεύω δηλαδὴ κρίνειν ἐμέ,
 
μηδὲ τὸν κλῆρον γενέσθαι μηδὲν ἡμῖν αἴτιον,
 
ὅτι προείληχʼ· ἀλλὰ πάντα ταῦτα χρὴ μεμνημένους
 
μὴ ʼπιορκεῖν ἀλλὰ κρίνειν τοὺς χοροὺς ὀρθῶς ἀεί, 1160
 
μηδὲ ταῖς κακαῖς ἑταίραις τὸν τρόπον προσεικέναι,
 
αἳ μόνον μνήμην ἔχουσι τῶν τελευταίων ἀεί.
[Exodus]
ὦ ὦ ὥρα δή,
Χορὸς
ὦ φίλαι γυναῖκες, εἴπερ μέλλομεν τὸ χρῆμα δρᾶν,
 
ἐπὶ τὸ δεῖπνον ὑπαποκινεῖν. κρητικῶς οὖν τὼ πόδε 1165
 
καὶ σὺ κίνει.
Βλέπυρος
τοῦτο δρῶ.
Χορὸς
καὶ τάσδε νῦν
 
λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
← Önceki Eksodos · 3 / 3 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme