Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Eksodos

Θεραπαίνα
ὦ μακάριος μὲν δῆμος, εὐδαίμων δʼ ἐγώ,
 
αὐτή τέ μοι δέσποινα μακαριωτάτη,
 
ὑμεῖς θʼ ὅσαι παρέστατʼ ἐπὶ ταῖσιν θύραις
 
οἱ γείτονές τε πάντες οἵ τε δημόται, 1115
 
ἐγώ τε πρὸς τούτοισιν ἡ διάκονος,
 
ἥτις μεμύρισμαι τὴν κεφαλὴν μυρώμασιν,
 
ἀγαθοῖσιν ὦ Ζεῦ· πολὺ δʼ ὑπερπέπαικεν αὖ
 
τούτων ἁπάντων τὰ Θάσιʼ ἀμφορείδια.
 
ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει πολὺν χρόνον· 1120
 
τὰ δʼ ἄλλʼ ἀπανθήσαντα πάντʼ ἀπέπτετο·
 
ὥστʼ ἐστὶ πολὺ βέλτιστα, πολὺ δῆτʼ ὦ θεοί.
 
κέρασον ἄκρατον, εὐφρανεῖ τὴν νύχθʼ ὅλην
 
ἐκλεγομένας ὅ τι ἂν μάλιστʼ ὀσμὴν ἔχῃ.
 
ἀλλʼ ὦ γυναῖκες φράσατέ μοι τὸν δεσπότην, 1125
 
τὸν ἄνδρʼ, ὅπου ʼστί, τῆς ἐμῆς κεκτημένης.
Χορὸς
αὐτοῦ μένουσʼ ἡμῖν γʼ ἂν ἐξευρεῖν δοκεῖς.
Θεραπαίνα
μάλισθʼ· ὁδὶ γὰρ ἐπὶ τὸ δεῖπνον ἔρχεται.
 
ὦ δέσποτʼ ὦ μακάριε καὶ τρισόλβιε.
Βλέπυρος
ἐγώ; 1130
Θεραπαίνα
σὺ μέντοι νὴ Δίʼ ὥς γʼ οὐδεὶς ἀνήρ. 1130
← Önceki bölüm Eksodos · 1 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme