Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 2

[Lyric-Scene 1]
τὴν ἐμὴν ἱκέσθαι.
Νεανίας
δεῦρο δὴ δεῦρο δή, 960
 
καὶ σύ μοι καταδραμοῦσα
 
τὴν θύραν ἄνοιξον
 
τήνδʼ· εἰ δὲ μή, καταπεσὼν κείσομαι.
 
φίλον, ἀλλʼ ἐν τῷ σῷ
 
βούλομαι κόλπῳ πληκτίζεσθαι
 
μετὰ τῆς σῆς πυγῆς. 965
 
Κύπρι τί μʼ ἐκμαίνεις ἐπὶ ταύτῃ;
 
μέθες, ἱκνοῦμαί σʼ Ἔρως,
 
καὶ ποίησον τήνδʼ ἐς εὐνὴν
 
τὴν ἐμὴν ἱκέσθαι.
[Lyric-Scene 2]
καὶ ταῦτα μέντοι μετρίως πρὸς τὴν ἐμὴν ἀνάγκην
Νεᾶνις
εἰρημένʼ ἐστίν. σὺ δέ μοι, φίλτατον, ὢ ἱκετεύω, 970
 
ἄνοιξον ἀσπάζου με·
 
διά τοι σὲ πόνους ἔχω.
Νεανίας
ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος,
 
μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον,
 
ἄνοιξον ἀσπάζου με·
 
διά τοι σὲ πόνους ἔχω. 975
← Önceki Stasimon 2 · 5 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme