Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 2

[Lyric-Scene 2]
μήτηρ ἂν αὐτῷ μᾶλλον εἴης ἢ γυνή. 1040
Νεᾶνις
ὥστʼ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον,
 
τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε.
Γραῦς Α
ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον
 
ἐξηῦρες· ἀλλʼ ἐγώ σε τιμωρήσομαι.
Νεανίας
νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι 1045
 
ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου·
 
ὥστʼ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν
 
μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν.
Γραῦς Β
αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον
 
ἕλκεις, παρʼ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων 1050
 
πρότερον καθεύδειν αὐτόν;
Νεανίας
οἴμοι δείλαιος.
 
πόθεν ἐξέκυψας ὦ κάκιστʼ ἀπολουμένη;
 
τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον.
Γραῦς Β
βάδιζε δεῦρο.
Νεανίας
μηδαμῶς με περιίδῃς
 
ἑλκόμενον ὑπὸ τῆσδʼ ἀντιβολῶ σʼ. 1055
Γραῦς Β
ἀλλʼ οὐκ ἐγώ, 1055
 
ἀλλʼ ὁ νόμος ἕλκει σʼ.
← Önceki Stasimon 2 · 10 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme