Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 2

[Lyric-Scene]
εἴ τις ἀγαθὸν βούλεται παθεῖν
Γραῦς Α
τι, παρʼ ἐμοὶ χρὴ καθεύδειν.
 
οὐ γὰρ ἐν νέαις τὸ σοφὸν ἔνεστιν 895
 
ἀλλʼ ἐν ταῖς πεπείραις·
 
οὐδέ τις στέργειν ἂν ἐθέλοι μᾶλλον ἢ ʼγὼ
 
τὸν φίλον ᾧπερ ξυνείην,
 
ἀλλʼ ἐφʼ ἕτερον ἂν πέτοιτο.
[Lyric-Scene 1]
μὴ φθόνει ταῖσιν νέαισι. 900
Νεᾶνις
τὸ τρυφερὸν γὰρ ἐμπέφυκε
 
τοῖς ἁπαλοῖσι μηροῖς
 
κἀπὶ τοῖς μήλοις ἐπανθεῖ· σὺ δʼ ὦ γραῦ,
 
παραλέλεξαι κἀντέτριψαι,
 
τῷ θανάτῳ μέλημα. 905
Γραῦς Α
ἐκπέσοι σου τὸ τρῆμα
 
τό τʼ ἐπίκλιντρον ἀποβάλοιο
 
βουλομένη σποδεῖσθαι,
 
κἀπὶ τῆς κλίνης ὄφιν εὕροις
 
καὶ προσελκύσαιο 910
 
βουλομένη φιλῆσαι. 910
[Lyric-Scene 2]
αἰαῖ τί ποτε πείσομαι;
← Önceki bölüm Stasimon 2 · 1 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme