Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Epeisodion 1

Ἀνὴρ Α
τὸ κόμμʼ ἐγένετʼ ἐκεῖνο. πωλῶν γὰρ βότρυς
 
μεστὴν ἀπῆρα τὴν γνάθον χαλκῶν ἔχων
 
κἄπειτʼ ἐχώρουν εἰς ἀγορὰν ἐπʼ ἄλφιτα.
 
ἔπειθʼ ὑπέχοντος ἄρτι μου τὸν θύλακον, 820
 
ἀνέκραγʼ ὁ κῆρυξ μὴ δέχεσθαι μηδένα
 
χαλκοῦν τὸ λοιπόν· ἀργύρῳ γὰρ χρώμεθα.
Ἀνὴρ Β
τὸ δʼ ἔναγχος οὐχ ἅπαντες ἡμεῖς ὤμνυμεν
 
τάλαντʼ ἔσεσθαι πεντακόσια τῇ πόλει
 
τῆς τετταρακοστῆς, ἣν ἐπόρισʼ Εὐριπίδης; 825
 
κεὐθὺς κατεχρύσου πᾶς ἀνὴρ Εὐριπίδην·
 
ὅτε δὴ δʼ ἀνασκοπουμένοις ἐφαίνετο
 
ὁ Διὸς Κόρινθος καὶ τὸ πρᾶγμʼ οὐκ ἤρκεσεν,
 
πάλιν κατεπίττου πᾶς ἀνὴρ Εὐριπίδην.
Ἀνὴρ Α
οὐ ταὐτὸν ὦ τᾶν. τότε μὲν ἡμεῖς ἤρχομεν, 830
 
νῦν δʼ αἱ γυναῖκες.
Ἀνὴρ Β
ἃς ἐγὼ φυλάξομαι
 
νὴ τὸν Ποσειδῶ μὴ κατουρήσωσί μου.
Ἀνὴρ Α
οὐκ οἶδʼ ὅ τι ληρεῖς. φέρε σὺ τἀνάφορον ὁ παῖς.
Κηρύκαινα
ὦ πάντες ἀστοί, νῦν γὰρ οὕτω ταῦτʼ ἔχει,
 
χωρεῖτʼ ἐπείγεσθʼ εὐθὺ τῆς στρατηγίδος, 835
← Önceki Epeisodion 1 · 7 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme