Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Epeisodion 1

Ἀνὴρ Α
ὁ Ζεύς σέ γʼ ἐπιτρίψειεν.
Ἀνὴρ Β
ἐπιτρίψουσι γάρ.
 
οἴσειν δοκεῖς τινʼ ὅστις αὐτῶν νοῦν ἔχει;
 
οὐ γὰρ πάτριον τοῦτʼ ἐστίν, ἀλλὰ λαμβάνειν
 
ἡμᾶς μόνον δεῖ νὴ Δία· καὶ γὰρ οἱ θεοί·
 
γνώσει δʼ ἀπὸ τῶν χειρῶν γε τῶν ἀγαλμάτων· 780
 
ὅταν γὰρ εὐχώμεσθα διδόναι τἀγαθά,
 
ἕστηκεν ἐκτείνοντα τὴν χεῖρʼ ὑπτίαν
 
οὐχ ὥς τι δώσοντʼ ἀλλʼ ὅπως τι λήψεται.
Ἀνὴρ Α
ὦ δαιμόνιʼ ἀνδρῶν ἔα με τῶν προὔργου τι δρᾶν.
 
ταυτὶ γάρ ἐστι συνδετέα. ποῦ μοὔσθʼ ἱμάς; 785
Ἀνὴρ Β
ὄντως γὰρ οἴσεις;
Ἀνὴρ Α
ναὶ μὰ Δία, καὶ δὴ μὲν οὖν
 
τωδὶ ξυνάπτω τὼ τρίποδε.
Ἀνὴρ Β
τῆς μωρίας,
 
τὸ μηδὲ περιμείναντα τοὺς ἄλλους ὅ τι
 
δράσουσιν εἶτα τηνικαῦτʼ ἤδη—
Ἀνὴρ Α
τί δρᾶν;
Ἀνὴρ Β
ἐπαναμένειν, ἔπειτα διατρίβειν ἔτι. 790
Ἀνὴρ Α
ἵνα δὴ τί;
← Önceki Epeisodion 1 · 4 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme