Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Epeisodion 1

Ἀνὴρ Α
βάδιζε τοίνυν ὕστερος· σὺ δʼ ὦ Σίκων
 
καὶ Παρμένων αἴρεσθε τὴν παμπησίαν.
Ἀνὴρ Β
φέρε νυν ἐγώ σοι ξυμφέρω.
Ἀνὴρ Α
μὴ μηδαμῶς.
 
δέδοικα γὰρ μὴ καὶ παρὰ τῇ στρατηγίδι, 870
 
ὅταν κατατιθῶ, προσποιῇ τῶν χρημάτων.
Ἀνὴρ Β
νὴ τὸν Δία δεῖ γοῦν μηχανήματός τινος,
 
ὅπως τὰ μὲν ὄντα χρήμαθʼ ἕξω, τοισδεδὶ
 
τῶν ματτομένων κοινῇ μεθέξω πως ἐγώ.
 
ὀρθῶς ἔμοιγε φαίνεται· βαδιστέον 875
 
ὁμόσʼ ἐστὶ δειπνήσοντα κοὐ μελλητέον.
Γραῦς Α
τί ποθʼ ἅνδρες οὐχ ἥκουσιν; ὥρα δʼ ἦν πάλαι·
 
ἐγὼ δὲ καταπεπλασμένη ψιμυθίῳ
 
ἕστηκα καὶ κροκωτὸν ἠμφιεσμένη
 
ἀργός, μινυρομένη τι πρὸς ἐμαυτὴν μέλος, 880
 
παίζουσα. πῶς ἂν περιλάβοιμʼ αὐτῶν τινὰ
 
παριόντα; Μοῦσαι δεῦρʼ ἴτʼ ἐπὶ τοὐμὸν στόμα,
 
μελύδριον εὑροῦσαί τι τῶν Ἰωνικῶν.
Νεᾶνις
νῦν μέν με παρακύψασα προὔφθης ὦ σαπρά.
 
ᾤου δʼ ἐρήμας οὐ παρούσης ἐνθάδε 885
← Önceki Epeisodion 1 · 10 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme