Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Epeisodion 1

Ἀνὴρ Α
χώρει σὺ δεῦρο κιναχύρα καλὴ καλῶς 730
 
τῶν χρημάτων θύραζε πρώτη τῶν ἐμῶν,
 
ὅπως ἂν ἐντετριμμένη κανηφορῇς,
 
πολλοὺς κάτω δὴ θυλάκους στρέψασʼ ἐμούς.
 
ποῦʼ σθʼ ἡ διφροφόρος; ἡ χύτρα δεῦρʼ ἔξιθι,
 
νὴ Δία μέλαινά γʼ, οὐδʼ ἂν εἰ τὸ φάρμακον 735
 
ἕψουσʼ ἔτυχες ᾧ Λυσικράτης μελαίνεται.
 
ἵστω παρʼ αὐτήν, δεῦρʼ ἴθʼ, ἡ κομμώτρια.
 
φέρε δεῦρο ταύτην τὴν ὑδρίαν ὑδριαφόρε
 
ἐνταῦθα. σὺ δὲ δεῦρʼ ἡ κιθαρῳδὸς ἔξιθι,
 
πολλάκις ἀναστήσασά μʼ εἰς ἐκκλησίαν 740
 
ἀωρὶ νυκτῶν διὰ τὸν ὄρθριον νόμον.
 
ὁ τὴν σκάφην λαβὼν προΐτω· τὰ κηρία
 
κόμιζε, τοὺς θαλλοὺς καθίστη πλησίον,
 
καὶ τὼ τρίποδʼ ἐξένεγκε καὶ τὴν λήκυθον.
 
τὰ χυτρίδιʼ ἤδη καὶ τὸν ὄχλον ἀφίετε. 745
Ἀνὴρ Β
ἐγὼ καταθήσω τἀμά; κακοδαίμων ἄρα
 
ἀνὴρ ἔσομαι καὶ νοῦν ὀλίγον κεκτημένος.
 
μὰ τὸν Ποσειδῶ γʼ οὐδέποτʼ, ἀλλὰ βασανιῶ
 
πρώτιστον αὐτὰ πολλάκις καὶ σκέψομαι.
← Önceki bölüm Epeisodion 1 · 1 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme