Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 1

[Agon]
ἐν τοῖς προθύροισι δέφεσθαι.
Πραξάγορα
φέρε νυν φράσον μοι, ταῦτʼ ἀρέσκει σφῷν; 710
Βλέπυρος
πάνυ. 710
Πραξάγορα
βαδιστέον τἄρʼ ἐστὶν εἰς ἀγορὰν ἐμοί,
 
ἵνʼ ἀποδέχωμαι τὰ προσιόντα χρήματα,
 
λαβοῦσα κηρύκαιναν εὔφωνόν τινα.
 
ἐμὲ γὰρ ἀνάγκη ταῦτα δρᾶν ᾑρημένην
 
ἄρχειν, καταστῆσαί τε τὰ ξυσσίτια, 715
 
ὅπως ἂν εὐωχῆσθε πρῶτον τήμερον.
Βλέπυρος
ἤδη γὰρ εὐωχησόμεσθα;
Πραξάγορα
φήμʼ ἐγώ.
 
ἔπειτα τὰς πόρνας καταπαῦσαι βούλομαι
 
ἁπαξαπάσας.
Βλέπυρος
ἵνα τί;
Πραξάγορα
δῆλον τουτογί·
 
ἵνα τῶν νέων ἔχωσιν αὗται τὰς ἀκμάς. 720
 
καὶ τάς γε δούλας οὐχὶ δεῖ κοσμουμένας
 
τὴν τῶν ἐλευθέρων ὑφαρπάζειν Κύπριν,
 
ἀλλὰ παρὰ τοῖς δούλοισι κοιμᾶσθαι μόνον
 
κατωνάκην τὸν χοῖρον ἀποτετιλμένας.
← Önceki Stasimon 1 · 15 / 16 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme