Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Stasimon 1

[Agon]
πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας 660
Πραξάγορα
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.
Βλέπυρος
νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
 
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
 
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
Πραξάγορα
ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ, 665
 
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
Βλέπυρος
οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;
Πραξάγορα
πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
Βλέπυρος
οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;
Πραξάγορα
οὐκ ἢν οἴκοι γε καθεύδῃς,
 
οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
 
ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι; 670
 
ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
Βλέπυρος
οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
Πραξάγορα
περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
Βλέπυρος
τὴν δὲ δίαιταν τίνα ποιήσεις;
Πραξάγορα
κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
 
μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
 
ὥστε βαδίζειν ὡς ἀλλήλους. 675
← Önceki Stasimon 1 · 12 / 16 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme