Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Prologos

Χρέμης
καὶ ταῦτʼ ἀποφέρειν πάντα κοὐκ ἀποστερεῖν,
 
ἡμῶν δὲ τοὺς πολλοὺς ἔφασκε τοῦτο δρᾶν. 450
Βλέπυρος
νὴ τὸν Ποσειδῶ μαρτύρων γʼ ἐναντίον.
Χρέμης
οὐ συκοφαντεῖν, οὐ διώκειν, οὐδὲ τὸν
 
δῆμον καταλύειν, ἀλλὰ πολλὰ κἀγαθά,
 
ἕτερά τε πλεῖστα τὰς γυναῖκας ηὐλόγει.
Βλέπυρος
τί δῆτʼ ἔδοξεν; 455
Χρέμης
ἐπιτρέπειν γε τὴν πόλιν 455
 
ταύταις. ἐδόκει γὰρ τοῦτο μόνον ἐν τῇ πόλει
 
οὔπω γεγενῆσθαι.
Βλέπυρος
καὶ δέδοκται;
Χρέμης
φήμʼ ἐγώ.
Βλέπυρος
ἅπαντά τʼ αὐταῖς ἐστι προστεταγμένα
 
ἃ τοῖσιν ἀστοῖς ἔμελεν;
Χρέμης
οὕτω ταῦτʼ ἔχει.
Βλέπυρος
οὐδʼ ἐς δικαστήριον ἄρʼ εἶμʼ ἀλλʼ ἡ γυνή; 460
Χρέμης
οὐδʼ ἔτι σὺ θρέψεις οὓς ἔχεις ἀλλʼ ἡ γυνή.
Βλέπυρος
οὐδὲ στένειν τὸν ὄρθρον ἔτι πρᾶγμʼ ἆρά μοι;
Χρέμης
μὰ Δίʼ ἀλλὰ ταῖς γυναιξὶ ταῦτʼ ἤδη μέλει·
 
σὺ δʼ ἀστενακτὶ περδόμενος οἴκοι μενεῖς.
← Önceki Prologos · 9 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme