Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Prologos

Βλέπυρος
οἶδεν τί πρωκτὸς βούλεται χεζητιῶν.
 
ὦ πότνιʼ Εἰλείθυια μή με περιίδῃς
 
διαρραγέντα μηδὲ βεβαλανωμένον, 370
 
ἵνα μὴ γένωμαι σκωραμὶς κωμῳδική.
Χρέμης
οὗτος τί ποιεῖς; οὔτι που χέζεις;
Βλέπυρος
ἐγώ;
 
οὐ δῆτʼ ἔτι γε μὰ τὸν Δίʼ, ἀλλʼ ἀνίσταμαι.
Χρέμης
τὸ τῆς γυναικὸς δʼ ἀμπέχει χιτώνιον;
Βλέπυρος
ἐν τῷ σκότῳ γὰρ τοῦτʼ ἔτυχον ἔνδον λαβών. 375
 
ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
Χρέμης
ἐξ ἐκκλησίας.
Βλέπυρος
ἤδη λέλυται γάρ;
Χρέμης
νὴ Δίʼ ὄρθριον μὲν οὖν.
 
καὶ δῆτα πολὺν ἡ μίλτος ὦ Ζεῦ φίλτατε
 
γέλων παρέσχεν, ἣν προσέρραινον κύκλῳ.
Βλέπυρος
τὸ τριώβολον δῆτʼ ἔλαβες; 380
Χρέμης
εἰ γὰρ ὤφελον. 380
 
ἀλλʼ ὕστερος νῦν ἦλθον, ὥστʼ αἰσχύνομαι
 
μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
Βλέπυρος
τὸ δʼ αἴτιον τί;
← Önceki Prologos · 4 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme