Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Prologos

Ἀνήρ
κέκληκεν αὐτὴν τῶν φίλων;
Βλέπυρος
γνώμην γʼ ἐμήν.
Ἀνήρ
οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι. 350
 
ἀλλὰ σὺ μὲν ἱμονιάν τινʼ ἀποπατεῖς, ἐμοὶ δʼ
 
ὥρα βαδίζειν ἐστὶν εἰς ἐκκλησίαν,
 
ἤνπερ λάβω θοἰμάτιον, ὅπερ ἦν μοι μόνον.
Βλέπυρος
κἄγωγʼ, ἐπειδὰν ἀποπατήσω· νῦν δέ μου
 
ἀχράς τις ἐγκλῄσασʼ ἔχει τὰ σιτία. 355
Ἀνήρ
μῶν ἣν Θρασύβουλος εἶπε τοῖς Λακωνικοῖς;
Βλέπυρος
νὴ τὸν Διόνυσον ἐνέχεται γοῦν μοι σφόδρα.
 
ἀτὰρ τί δράσω; καὶ γὰρ οὐδὲ τοῦτό με
 
μόνον τὸ λυποῦν ἐστιν, ἀλλʼ ὅταν φάγω,
 
ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος. 360
 
νῦν μὲν γὰρ οὗτος βεβαλάνωκε τὴν θύραν,
 
ὅστις ποτʼ ἔσθʼ ἅνθρωπος ἁχραδούσιος.
 
τίς ἂν οὖν ἰατρόν μοι μετέλθοι καὶ τίνα;
 
τίς τῶν κατὰ πρωκτὸν δεινός ἐστι τὴν τέχνην;
 
ἀλλʼ οἶδʼ, Ἀμύνων. ἀλλʼ ἴσως ἀρνήσεται. 365
 
Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ.
 
οὗτος γὰρ ἁνὴρ ἕνεκά γε στεναγμάτων
← Önceki Prologos · 3 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme