Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Prologos

Βλέπυρος
ἐκεῖνο δεινὸν τοῖσιν ἡλίκοισι νῷν, 465
 
μὴ παραλαβοῦσαι τῆς πόλεως τὰς ἡνίας
 
ἔπειτʼ ἀναγκάζωσι πρὸς βίαν—
Χρέμης
τί δρᾶν;
Βλέπυρος
κινεῖν ἑαυτάς.
Χρέμης
ἢν δὲ μὴ δυνώμεθα;
Βλέπυρος
ἄριστον οὐ δώσουσι.
Χρέμης
σὺ δέ γε νὴ Δία
 
δρᾶ ταῦθʼ, ἵνʼ ἀριστᾷς τε καὶ κινῇς ἅμα. 470
Βλέπυρος
τὸ πρὸς βίαν δεινότατον.
Χρέμης
ἀλλʼ εἰ τῇ πόλει
 
τοῦτο ξυνοίσει, ταῦτα χρὴ πάντʼ ἄνδρα δρᾶν.
Βλέπυρος
λόγος γέ τοί τις ἔστι τῶν γεραιτέρων,
 
ἀνόηθʼ ὅσʼ ἂν καὶ μῶρα βουλευσώμεθα,
 
ἅπαντʼ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. 475
Χρέμης
καὶ ξυμφέροι γʼ ὦ πότνια Παλλὰς καὶ θεοί.
 
ἀλλʼ εἶμι· σὺ δʼ ὑγίαινε.
Βλέπυρος
καὶ σύ γʼ ὦ Χρέμης.
← Önceki Prologos · 10 / 10 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme