Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Prologos

Βλέπυρος
τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;
 
ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.
 
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
 
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
 
καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν 315
 
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν
 
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
 
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
 
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
 
ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι; 320
 
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
 
οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.
 
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
 
γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.
 
οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν 325
 
δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
Ἀνήρ
τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
Βλέπυρος
νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
Ἀνήρ
εἰπέ μοι,
 
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
← Önceki bölüm Prologos · 1 / 10 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme