Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

[Lyric-Scene]
θαυμάζω γὰρ ἔγωγʼ ὅπῃ
Χορός
μέμψεταί ποτε τοῦτον
 
τὸν Βακχεῖον ἄνακτα,
 
καὶ δέδοιχʼ ὑπὲρ αὐτοῦ. 1260
Εὐριπίδης
πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα.
 
εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ.
Διόνυσος
καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών·
Εὐριπίδης
Φθιῶτʼ Ἀχιλλεῦ, τί ποτʼ ἀνδροδάικτον ἀκούων
 
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; 1265
 
Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν.
 
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
δύο σοὶ κόπω Αἰσχύλε τούτω.
Εὐριπίδης
κύδιστʼ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ. 1270
 
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
Εὐριπίδης
εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν.
 
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν; 1275
 
κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν.
 
ἰὴ κόπον οὐ πελάθεις ἐπʼ ἀρωγάν;
Διόνυσος
ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον.
← Önceki Stasimon 1 · 26 / 38 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme