Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

Εὐριπίδης
νυνὶ γὰρ αὐτοῦ τοῦτό γʼ ἐκκεκόψεται.
Διόνυσος
ἴθι δὴ λέγʼ ἕτερον κἀπέχου τῆς ληκύθου.
Εὐριπίδης
Σιδώνιόν ποτʼ ἄστυ Κάδμος ἐκλιπὼν 1225
 
Ἀγήνορος παῖς—
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
ὦ δαιμόνιʼ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον,
 
ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν.
Εὐριπίδης
τὸ τί;
 
ἐγὼ πρίωμαι τῷδʼ;
Διόνυσος
ἐὰν πείθῃ γʼ ἐμοί.
Εὐριπίδης
οὐ δῆτʼ, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν 1230
 
ἵνʼ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον.
 
Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
 
θοαῖσιν ἵπποις—
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον.
 
ἀλλʼ ὦγάθʼ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ· 1235
 
λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν.
Εὐριπίδης
μὰ τὸν Δίʼ οὔπω γʼ· ἔτι γὰρ εἰσί μοι συχνοί.
 
Οἰνεύς ποτʼ ἐκ γῆς—
← Önceki Stasimon 1 · 24 / 38 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme