Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

Εὐριπίδης
Ἄργος κατασχών—
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται;
 
λέγʼ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. 1210
Εὐριπίδης
Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς
 
καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα
 
πηδᾷ χορεύων—
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
οἴμοι πεπλήγμεθʼ αὖθις ὑπὸ τῆς ληκύθου.
Εὐριπίδης
ἀλλʼ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ 1215
 
τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον.
 
οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ·
 
ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον,
 
ἢ δυσγενὴς ὤν—
Αἰσχύλος
ληκύθιον ἀπώλεσεν.
Διόνυσος
Εὐριπίδη— 1220
Εὐριπίδης
τί ἔσθʼ; 1220
Διόνυσος
ὑφέσθαι μοι δοκεῖ· 1220
 
τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ.
Εὐριπίδης
οὐδʼ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε·
← Önceki Stasimon 1 · 23 / 38 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme