Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

[Agon]
νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.
Διόνυσος
ἐχάρην γοῦν, †ἡνίκʼ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,†
 
ὁ χορὸς δʼ εὐθὺς τὼ χεῖρʼ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ.
Αἰσχύλος
ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπʼ ἀρχῆς 1030
 
ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.
 
Ὀρφεὺς μὲν γὰρ τελετάς θʼ ἡμῖν κατέδειξε φόνων τʼ ἀπέχεσθαι,
 
Μουσαῖος δʼ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ
 
γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους· ὁ δὲ θεῖος Ὅμηρος
 
ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδʼ ὅτι χρήστʼ ἐδίδαξεν, 1035
 
τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;
Διόνυσος
καὶ μὴν οὐ Παντακλέα γε
 
ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκʼ ἔπεμπεν,
 
τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλʼ ἐπιδήσειν.
Αἰσχύλος
ἀλλʼ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως·
 
ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, 1040
 
Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵνʼ ἐπαίροιμʼ ἄνδρα πολίτην
 
ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.
 
ἀλλʼ οὐ μὰ Δίʼ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,
 
οὐδʼ οἶδʼ οὐδεὶς ἥντινʼ ἐρῶσαν πώποτʼ ἐποίησα γυναῖκα.
Εὐριπίδης
μὰ Δίʼ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γʼ ἐπείη. 1045
← Önceki Stasimon 1 · 13 / 38 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme