Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Stasimon 1

[Agon]
τοῦτʼ οὖν εἰ μὴ πεποίηκας, 1010
Αἰσχύλος
ἀλλʼ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,
 
τί παθεῖν φήσεις ἄξιος εἶναι;
Διόνυσος
τεθνάναι· μὴ τοῦτον ἐρώτα.
Αἰσχύλος
σκέψαι τοίνυν οἵους αὐτοὺς παρʼ ἐμοῦ παρεδέξατο πρῶτον,
 
εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,
 
μηδʼ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους, 1015
 
ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας
 
καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.
Διόνυσος
καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μʼ ἐπιτρίψει.
Εὐριπίδης
καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
Διόνυσος
Αἰσχύλε λέξον, μηδʼ αὐθάδως σεμνυνόμενος χαλέπαινε. 1020
Αἰσχύλος
δρᾶμα ποιήσας Ἄρεως μεστόν.
Διόνυσος
ποῖον;
Αἰσχύλος
τοὺς ἕπτʼ ἐπὶ Θήβας·
 
ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.
Διόνυσος
τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας
 
ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γʼ οὕνεκα τύπτου.
Αἰσχύλος
ἀλλʼ ὑμῖν αὔτʼ ἐξῆν ἀσκεῖν, ἀλλʼ οὐκ ἐπὶ τοῦτʼ ἐτράπεσθε. 1025
 
εἶτα διδάξας Πέρσας μετὰ τοῦτʼ ἐπιθυμεῖν ἐξεδίδαξα
← Önceki Stasimon 1 · 12 / 38 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme