Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Prologos

Ξανθίας
τί δῆθʼ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
Ἄιακος
ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν 785
 
κἄλεγχον αὐτῶν τῆς τέχνης.
Ξανθίας
κἄπειτα πῶς
 
οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου;
Ἄιακος
μὰ Δίʼ οὐκ ἐκεῖνος, ἀλλʼ ἔκυσε μὲν Αἰσχύλον,
 
ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν,
 
κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου· 790
 
νυνὶ δʼ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης,
 
ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ,
 
ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης
 
διαγωνιεῖσθʼ ἔφασκε πρός γʼ Εὐριπίδην.
Ξανθίας
τὸ χρῆμʼ ἄρʼ ἔσται; 795
Ἄιακος
νὴ Δίʼ ὀλίγον ὕστερον. 795
 
κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται.
 
καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται—
Ξανθίας
τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
Ἄιακος
καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
 
καὶ πλαίσια ξύμπτυκτα— 800
Ξανθίας
πλινθεύσουσι γάρ; 800
← Önceki Prologos · 4 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme