Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Parabasis]
πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθʼ ὑμῶν πολλὰ δὴ
Χορός
χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει,
 
τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις.
 
ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει 700
 
πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα
 
κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ.
 
εἰ δὲ ταῦτʼ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα,
 
τὴν πόλιν καὶ ταῦτʼ ἔχοντες κυμάτων ἐν ἀγκάλαις,
 
ὑστέρῳ χρόνῳ ποτʼ αὖθις εὖ φρονεῖν οὐ δόξομεν. 705
 
εἰ δʼ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτʼ
 
οἰμώξεται,
 
οὐ πολὺν οὐδʼ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν,
 
Κλειγένης ὁ μικρός,
 
ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου 710
 
ψευδολίτρου κονίας
 
καὶ Κιμωλίας γῆς,
 
χρόνον ἐνδιατρίψει· ἰδὼν δὲ τάδʼ οὐκ
 
εἰρηνικὸς ἔσθʼ, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ 715
 
ξύλου βαδίζων.
 
πολλάκις γʼ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι
← Önceki Parodos · 23 / 24 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme