Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Lyric-Scene]
οὐ μὰ Δίʼ. 645
Ἄιακος
οὐδʼ ἐμοὶ δοκεῖς. 645
 
ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
Διόνυσος
πηνίκα;
Ἄιακος
καὶ δὴ ʼπάταξα.
Διόνυσος
κᾆτα πῶς οὐκ ἔπταρον;
Ἄιακος
οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
Ξανθίας
οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Ἄιακος
τί τἀτταταῖ;
 
μῶν ὠδυνήθης; 650
Ξανθίας
οὐ μὰ Δίʼ ἀλλʼ ἐφρόντισα 650
 
ὁπόθʼ Ἡράκλεια τἀν Διομείοις γίγνεται.
Ἄιακος
ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
Διόνυσος
ἰοὺ ἰού.
Ἄιακος
τί ἔστιν;
Διόνυσος
ἱππέας ὁρῶ.
Ἄιακος
τί δῆτα κλάεις;
Διόνυσος
κρομμύων ὀσφραίνομαι.
Ἄιακος
ἐπεὶ προτιμᾷς γʼ οὐδέν. 655
Διόνυσος
οὐδέν μοι μέλει. 655
← Önceki Parodos · 20 / 24 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme