Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Lyric-Scene]
ἢ ʼκλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός.
Ξανθίας
καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ· 615
 
βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών,
 
κἄν ποτέ μʼ ἕλῃς ἀδικοῦντʼ, ἀπόκτεινόν μʼ ἄγων.
Ἄιακος
καὶ πῶς βασανίσω;
Ξανθίας
πάντα τρόπον, ἐν κλίμακι
 
δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων,
 
στρεβλῶν, ἔτι δʼ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, 620
 
πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ
 
μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ.
Ἄιακος
δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου
 
τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται.
Ξανθίας
μὴ δῆτʼ ἔμοιγʼ. οὕτω δὲ βασάνιζʼ ἀπαγαγών. 625
Ἄιακος
αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατʼ ὀφθαλμοὺς λέγῃ.
 
κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς
 
ἐνταῦθα μηδὲν ψεῦδος.
Διόνυσος
ἀγορεύω τινὶ
 
ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντʼ· εἰ δὲ μή,
 
αὐτὸς σεαυτὸν αἰτιῶ. 630
Ἄιακος
λέγεις δὲ τί; 630
← Önceki Parodos · 18 / 24 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme