Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

Μυρρίνη
ἄπειμι.
Κινησίας
μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ
 
ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
Παῖς Κινησίου
μαμμία, μαμμία, μαμμία.
Κινησίας
αὕτη τί πάσχεις; οὐδʼ ἐλεεῖς τὸ παιδίον 880
 
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
Μυρρίνη
ἔγωγʼ ἐλεῶ δῆτʼ· ἀλλʼ ἀμελὴς αὐτῷ πατὴρ
 
ἔστιν.
Κινησίας
κατάβηθʼ ὦ δαιμονία τῷ παιδίῳ.
Μυρρίνη
οἷον τὸ τεκεῖν· καταβατέον. τί γὰρ πάθω;
Κινησίας
ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ 885
 
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν·
 
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
 
ταῦτʼ αὐτὰ δή ʼσθʼ ἃ κἄμʼ ἐπιτρίβει τῷ πόθῳ.
Μυρρίνη
ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
 
φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ. 890
Κινησίας
τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις
 
πείθει γυναιξί, κἀμέ τʼ ἄχθεσθαι ποιεῖς
 
αὐτή τε λυπεῖ;
Μυρρίνη
μὴ πρόσαγε τὴν χεῖρά μοι.
← Önceki Stasimon 3 · 6 / 29 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme