Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

Κινησίας
οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει 845
 
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
Λυσιστράτη
τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
Κινησίας
ἐγώ.
Λυσιστράτη
ἀνήρ;
Κινησίας
ἀνὴρ δῆτʼ.
Λυσιστράτη
οὐκ ἄπει δῆτʼ ἐκποδών;
Κινησίας
σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;
Λυσιστράτη
ἡμεροσκόπος.
Κινησίας
πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην. 850
Λυσιστράτη
ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;
Κινησίας
ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.
Λυσιστράτη
ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομ
 
τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.
 
ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα. 855
 
κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ
 
τουτὶ γένοιτο, φησίν.
Κινησίας
ὢ πρὸς τῶν θεῶν.
Λυσιστράτη
νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ
 
λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ
← Önceki Stasimon 3 · 4 / 29 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme