Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

Ἀθηναῖος Α.
ἄνοιγε τὴν θύραν· παραχωρεῖν οὐ θέλεις;
 
ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι
 
ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον.
 
οὐκ ἂν ποιήσαιμʼ. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν,
 
ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν. 1220
Ἀθηναῖος Β
χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν.
Ἀθηναῖος Α.
οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά.
 
οὐκ ἄπιθʼ, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν
 
καθʼ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι;
Ἀθηναῖος Β.
οὔπω τοιοῦτον συμπόσιον ὄπωπʼ ἐγώ. 1225
 
ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί·
 
ἡμεῖς δʼ ἐν οἴνῳ συμπόται σοφώτατοι.
Ἀθηναῖος Α.
ὀρθῶς γʼ, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν·
 
ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων,
 
μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. 1230
 
νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα
 
νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν·
 
ὥσθʼ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν,
 
ἃ δʼ οὐ λέγουσι, ταῦθʼ ὑπονενοήκαμεν,
 
ἀγγέλλομεν δʼ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. 1235
← Önceki Stasimon 3 · 25 / 29 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme