Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

[Choral]
ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δʼ ἔνεστί μοι,
Λυσιστράτη
αὐτὴ δʼ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, 1125
 
τοὺς δʼ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους
 
πολλοὺς ἀκούσασʼ οὐ μεμούσωμαι κακῶς.
 
λαβοῦσα δʼ ὑμᾶς λοιδορῆσαι βούλομαι
 
κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος
 
βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς 1130
 
Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους
 
εἴποιμʼ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;
 
ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι
 
Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε.
 
εἷς μὲν λόγος μοι δεῦρʼ ἀεὶ περαίνεται. 1135
Ἀθηναῖος
ἐγὼ δʼ ἀπόλλυμαί γʼ ἀπεψωλημένος.
Λυσιστράτη
εἶτʼ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι,
 
οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ
 
ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο
 
ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι 1140
 
στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε
 
ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα.
 
ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις
← Önceki Stasimon 3 · 20 / 29 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme