Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

[Lyric-Scene 2]
κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι 805
Χορὸς Γυναικῶν
τῷ Μελανίωνι.
 
Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν
 
ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, 810
 
Ἐρινύων ἀπορρώξ.
 
οὗτος οὖν ὁ Τίμων
 
 
ᾤχεθʼ ὑπὸ μίσους
 
πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. 815
 
οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει
 
τοὺς πονηροὺς ἄνδρας ἀεί,
 
ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος. 820
Γυνή
τὴν γνάθον βούλει θένω;
γέρων
μηδαμῶς· †ἔδεισά γε.†
Γυνή
ἀλλὰ κρούσω τῷ σκέλει;
γέρων
τὸν σάκανδρον ἐκφανεῖς.
Χορὸς Γυναικῶν
ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις 825
 
καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν
 
κομήτην, ἀλλʼ ἀπεψιλωμένον
 
τῷ λύχνῳ.
← Önceki Stasimon 3 · 2 / 29 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme