Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 3

[Lyric-Scene]
τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
Κινησίας
ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
 
ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
 
αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί. 1010
 
ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
 
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
Κῆρυξ Λακεδαιμονίων
ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.
[Choral]
οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
Χορὸς γερόντων
οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις. 1015
Χορὸς Γυναικῶν
ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
 
ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμʼ ἔχειν φίλην;
Χορὸς γερόντων
ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
Χορὸς Γυναικῶν
ἀλλʼ ὅταν βούλῃ σύ· νῦν δʼ οὖν οὔ σε περιόψομαι
 
γυμνὸν ὄνθʼ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ. 1020
 
ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.
Χορὸς γερόντων
τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποιήσατε·
 
ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.
Χορὸς Γυναικῶν
πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.
 
κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον 1025
 
τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
← Önceki Stasimon 3 · 14 / 29 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme