Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Stasimon 1

[Agon]
τί δὲ δεινὸν τοῦτο νομίζεις;
Λυσιστράτη
οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν; 495
Πρόβουλος
ἀλλʼ οὐ ταὐτόν.
Λυσιστράτη
πῶς οὐ ταὐτόν;
Πρόβουλος
πολεμητέον ἔστʼ ἀπὸ τούτου.
Λυσιστράτη
ἀλλʼ οὐδὲν δεῖ πρῶτον πολεμεῖν.
Πρόβουλος
πῶς γὰρ σωθησόμεθʼ ἄλλως;
Λυσιστράτη
ἡμεῖς ὑμᾶς σώσομεν.
Πρόβουλος
ὑμεῖς;
Λυσιστράτη
ἡμεῖς μέντοι.
Πρόβουλος
σχέτλιόν γε.
Λυσιστράτη
ὡς σωθήσει, κἂν μὴ βούλῃ.
Πρόβουλος
δεινόν γε λέγεις.
Λυσιστράτη
ἀγανακτεῖς.
 
ἀλλὰ ποιητέα ταῦτʼ ἐστὶν ὅμως. 500
Πρόβουλος
νὴ τὴν Δήμητρʼ ἄδικόν γε. 500
Λυσιστράτη
σωστέον ὦ τᾶν.
Πρόβουλος
κεἰ μὴ δέομαι;
Λυσιστράτη
τοῦδʼ οὕνεκα καὶ πολὺ μᾶλλον.
Πρόβουλος
ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τʼ εἰρήνης ἐμέλησεν;
← Önceki Stasimon 1 · 2 / 9 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme