Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Episode]
ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν. 1435
Συκοφάντης
ὦ δαιμόνιε μὴ νουθέτει μʼ ἀλλὰ πτέρου.
Πισθέταιρος
νῦν τοι λέγων πτερῶ σε.
Συκοφάντης
καὶ πῶς ἂν λόγοις
 
ἄνδρα πτερώσειας σύ;
Πισθέταιρος
πάντες τοῖς λόγοις
 
ἀναπτεροῦνται.
Συκοφάντης
πάντες;
Πισθέταιρος
οὐκ ἀκήκοας,
 
ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε 1440
 
τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
 
δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
 
λέγων ἀνεπτέρωκεν ὥσθʼ ἱππηλατεῖν.
 
ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
 
ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας. 1445
Συκοφάντης
λόγοισί τἄρα καὶ πτεροῦνται;
Πισθέταιρος
φήμʼ ἐγώ.
 
ὑπὸ γὰρ λόγων ὁ νοῦς τε μετεωρίζεται
 
ἐπαίρεταί τʼ ἄνθρωπος. οὕτω καί σʼ ἐγὼ
 
ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
← Önceki Stasimon 3 · 6 / 22 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme