Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Episode]
ἅμʼ ἀνεμων πνοαῖσι βαίην.
Πισθέταιρος
νὴ τὸν Δίʼ ἦ ʼγώ σου καταπαύσω τὰς πνοάς.
Κινησίας
τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
 
τοτὲ δʼ αὖ βορέᾳ σῶμα πελάζων 1400
 
ἀλίμενον αἰθέρος αὔλακα τέμνων. 1400
 
χαρίεντά γʼ ὦ πρεσβῦτʼ ἐσοφίσω καὶ σοφά.
Πισθέταιρος
οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
Κινησίας
ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
 
ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμʼ ἀεί;
Πισθέταιρος
βούλει διδάσκειν καὶ παρʼ ἡμῖν οὖν μένων 1405
 
Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
 
Κεκροπίδα φυλήν;
Κινησίας
καταγελᾷς μου, δῆλος εἶ.
 
ἀλλʼ οὖν ἔγωγʼ οὐ παύσομαι, τοῦτʼ ἴσθʼ ὅτι,
 
πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
Συκοφάντης
ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι, 1410
 
τανυσίπτερε ποικίλα χελιδοῖ;
Πισθέταιρος
τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
 
ὅδʼ αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
Συκοφάντης
τανυσίπτερε ποικίλα μάλʼ αὖθις. 1415
← Önceki Stasimon 3 · 4 / 22 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme