Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Episode]
ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
Πισθέταιρος
τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
Κινησίας
ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών. 1380
Πισθέταιρος
παῦσαι μελῳδῶν, ἀλλʼ ὅ τι λέγεις εἰπέ μοι.
Κινησίας
ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
 
ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
 
ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς. 1385
Πισθέταιρος
ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
Κινησίας
κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
 
τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
 
ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
 
καὶ πτεροδόνητα· σὺ δὲ κλύων εἴσει τάχα. 1390
Πισθέταιρος
οὐ δῆτʼ ἔγωγε.
Κινησίας
νὴ τὸν Ἡρακλέα σύ γε.
 
ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
 
εἴδωλα πετεινῶν
 
αἰθεροδρόμων
 
οἰωνῶν ταναοδείρων — 1395
Πισθέταιρος
ὠόπ. 1395
Κινησίας
τὸν ἁλάδρομον ἁλάμενος
← Önceki Stasimon 3 · 3 / 22 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme