Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Episode]
δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.
Πατραλοίας
ἀπέλαυσά τἄρα νὴ Δίʼ ἐλθὼν ἐνθαδί,
 
εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
Πισθέταιρος
οὐδέν γʼ. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε 1360
 
εὔνους, πτερώσω σʼ ὥσπερ ὄρνιν ὀρφανόν.
 
σοὶ δʼ ὦ νεανίσκʼ οὐ κακῶς ὑποθήσομαι,
 
ἀλλʼ οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ
 
τὸν μὲν πατέρα μὴ τύπτε· ταυτηνδὶ λαβὼν
 
τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον θἀτέρᾳ, 1365
 
νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
 
φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,
 
τὸν πατέρ ἔα ζῆν· ἀλλʼ ἐπειδὴ μάχιμος εἶ,
 
ἐς τἀπὶ Θρᾴκης ἀποπέτου κἀκεῖ μάχου.
Πατραλοίας
νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν, 1370
 
καὶ πείσομαί σοι.
Πισθέταιρος
νοῦν ἄρʼ ἔξεις νὴ Δία.
Κινησίας
ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις·
 
πέτομαι δʼ ὁδὸν ἄλλοτʼ ἐπʼ ἄλλαν μελέων —
Πισθέταιρος
τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν. 1375
Κινησίας
ἀφόβῳ φρενὶ σώματί τε νέαν ἐφέπων —
← Önceki Stasimon 3 · 2 / 22 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme