Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 3

[Lyric-Scene 1]
ὅ τι ἔστιν; Τριβαλλοί.
Πισθέταιρος
μανθάνω.
 
ἐντεῦθεν ἆρα τοὐπιτριβείης ἐγένετο; 1530
Προμηθεύς
μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές·
 
ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
 
παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω·
 
ὑμεῖς δὲ μὴ σπένδεσθʼ, ἐὰν μὴ παραδιδῷ
 
τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν, 1535
 
καὶ τὴν Βασίλειάν σοι γυναῖκʼ ἔχειν διδῷ.
Πισθέταιρος
τίς ἐστιν ἡ Βασίλεια;
Προμηθεύς
καλλίστη κόρη,
 
ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
 
καὶ τἄλλʼ ἁπαξάπαντα, τὴν εὐβουλίαν
 
τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια, 1540
 
τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
Πισθέταιρος
ἅπαντά γʼ ἆρʼ αὐτῷ ταμιεύει;
Προμηθεύς
φήμʼ ἐγώ.
 
ἥν γʼ ἢν σὺ παρʼ ἐκείνου παραλάβῃς, πάντʼ ἔχεις.
 
τούτων ἕνεκα δεῦρʼ ἦλθον, ἵνα φράσαιμί σοι.
 
ἀεί ποτʼ ἀνθρώποις γὰρ εὔνους εἴμʼ ἐγώ. 1545
← Önceki Stasimon 3 · 12 / 22 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme