Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

Ἐυελπίδης
βούλεσθε τὸ μέγα τοῦτο τοὐκ Λακεδαίμονος
 
Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
Πισθέταιρος
Ἡράκλεις·
 
Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τἠμῇ πόλει; 815
 
οὐδʼ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γʼ ἔχων.
Ἐυελπίδης
τί δῆτʼ ὄνομʼ αὐτῇ θησόμεσθʼ;
Ἔποψ
ἐντευθενὶ
 
ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
 
χαῦνόν τι πάνυ.
Πισθέταιρος
βούλει Νεφελοκοκκυγίαν;
Ἔποψ
ἰοὺ ἰού· 820
 
καλόν γʼ ἀτεχνῶς σὺ καὶ μέγʼ ηὗρες τοὔνομα. 820
Ἐυελπίδης
ἆρʼ ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
 
ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
 
τά τʼ Αἰσχίνου γʼ ἅπαντα;
Πισθέταιρος
καὶ λῷστον μὲν οὖν
 
τὸ Φλέγρας πεδίον, ἵνʼ οἱ θεοὶ τοὺς γηγενεῖς
 
ἀλαζονευόμενοι καθυπερηκόντισαν. 825
Ἔποψ
λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς
 
πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;
← Önceki Stasimon 2 · 9 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme