Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Parabasis]
τιὸ τιὸ τιὸ τιοτίγξ, 775
Χορός
διὰ δʼ αἰθέριον νέφος ἦλθε βοά·
 
πτῆξε δὲ φῦλά τε ποικίλα θηρῶν,
 
κύματά τʼ ἔσβεσε νήνεμος αἴθρη,
 
τοτοτοτοτοτοτοτοτοτίγξ·
 
πᾶς δʼ ἐπεκτύπησʼ Ὄλυμπος· 780
 
εἷλε δὲ θάμβος ἄνακτας· Ὀλυμπιάδες δὲ μέλος Χάριτες
 
Μοῦσαί τʼ ἐπωλόλυξαν.
 
τιὸ τιὸ τιὸ τιοτίγξ.
 
οὐδέν ἐστʼ ἄμεινον οὐδʼ ἥδιον ἢ φῦσαι πτερά. 785
 
αὐτίχʼ ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,
 
εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
 
ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,
 
κᾆτʼ ἂν ἐμπλησθεὶς ἐφʼ ἡμᾶς αὖθις αὖ κατέπτετο.
 
εἴ τε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, 790
 
οὐκ ἂν ἐξίδισεν ἐς θοἰμάτιον, ἀλλʼ ἀνέπτετο,
 
κἀποπαρδὼν κἀναπνεύσας αὖθις αὖ κατέπτετο·
 
εἴ τε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,
 
κᾆθʼ ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
 
οὗτος ἂν πάλιν παρʼ ὑμῶν πτερυγίσας ἀνέπτετο, 795
← Önceki Stasimon 2 · 7 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme