Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Parabasis]
ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν· εἶτα χελιδών,
Χορός
ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι. 715
 
ἐσμὲν δʼ ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.
 
ἐλθόντες γὰρ πρῶτον ἐπʼ ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,
 
πρός τʼ ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.
 
ὄρνιν τε νομίζετε πάνθʼ ὅσαπερ περὶ μαντείας διακρίνει·
 
φήμη γʼ ὑμῖν ὄρνις ἐστί, πταρμόν τʼ ὄρνιθα καλεῖτε, 720
 
ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντʼ ὄρνιν, ὄνον ὄρνιν.
 
ἆρʼ οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;
 
ἢν οὖν ἡμᾶς νομίσητε θεούς,
 
ἕξετε χρῆσθαι μάντεσι Μούσαις
 
αὔραις ὥραις χειμῶνι θέρει 725
 
μετρίῳ πνίγει· κοὐκ ἀποδράντες
 
καθεδούμεθʼ ἄνω σεμνυνόμενοι
 
παρὰ ταῖς νεφέλαις ὥσπερ χὠ Ζεύς·
 
ἀλλὰ παρόντες δώσομεν ὑμῖν
 
αὐτοῖς, παισίν, παίδων παισίν, 730
 
πλουθυγιείαν
 
εὐδαιμονίαν βίον εἰρήνην
 
νεότητα γέλωτα χοροὺς θαλίας
← Önceki Stasimon 2 · 4 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme