Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene 1]
ὅσους τʼ ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
Κῆρυξ
πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν, 1280
 
ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
 
ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν
 
σκυτάλιʼ ἐφόρουν, νυνὶ δʼ ὑποστρέψαντες αὖ
 
ὀρνιθομανοῦσι, πάντα δʼ ὑπὸ τῆς ἡδονῆς
 
ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι· 1285
 
πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
 
ἐπέτονθʼ ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν·
 
κἄπειτʼ ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία·
 
εἶτʼ ἀπενέμοντʼ ἐνταῦθα τὰ ψηφίσματα.
 
ὠρνιθομάνουν δʼ οὕτω περιφανῶς ὥστε καὶ 1290
 
πολλοῖσιν ὀρνίθων ὀνόματʼ ἦν κείμενα.
 
πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
 
χωλός, Μενίππῳ δʼ ἦν χελιδὼν τοὔνομα,
 
Ὀπουντίῳ δʼ ὀφθαλμὸν οὐκ ἔχων κόραξ,
 
κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει, 1295
 
ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,
 
Συρακοσίῳ δὲ κίττα· Μειδίας δʼ ἐκεῖ
 
ὄρτυξ ἐκαλεῖτο· καὶ γὰρ ᾔκειν ὄρτυγι
← Önceki Stasimon 2 · 34 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme