Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene 1]
ἀναπτόμενος τρίορχος;
Ἶρις
ἐμὲ συλλήψεται;
 
τί ποτʼ ἐστὶ τουτὶ τὸ κακόν;
Πισθέταιρος
οἰμώξει μακρά.
Ἶρις
ἄτοπόν γε τουτὶ πρᾶγμα.
Πισθέταιρος
κατὰ ποίας πύλας
 
εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
Ἶρις
οὐκ οἶδα μὰ Δίʼ ἔγωγε κατὰ ποίας πύλας. 1210
Πισθέταιρος
ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
 
πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
 
σφραγῖδʼ ἔχεις παρὰ τῶν πελαργῶν;
Ἶρις
τί τὸ κακόν.
Πισθέταιρος
οὐκ ἔλαβες;
Ἶρις
ὑγιαίνεις μέν;
Πισθέταιρος
οὐδὲ σύμβολον
 
ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών; 1215
Ἶρις
μὰ Δίʼ οὐκ ἔμοιγʼ ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
Πισθέταιρος
κἄπειτα δῆθʼ οὕτω σιωπῇ διαπέτει
 
διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
Ἶρις
ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
← Önceki Stasimon 2 · 30 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme