Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene]
ἀκλεὴς δʼ ἔβα σπολὰς ἄνευ χιτῶνος.
Ποιητής
ξύνες ὅ τοι λέγω. 945
Πισθέταιρος
ξυνῆχʼ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
 
ἀπόδυθι· δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
 
ἄπελθε τουτονὶ λαβών.
Ποιητής
ἀπέρχομαι,
 
κἀς τὴν πόλιν γʼ ἐλθὼν ποιήσω τοιαδί·
 
κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν· 950
 
νιφόβολα πεδία πολύπορά τʼ ἤλυθον ἀλαλάν.
Πισθέταιρος
νὴ τὸν Δίʼ ἀλλʼ ἤδη πέφευγας ταυταγὶ
 
τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών. 955
 
τουτὶ μὰ Δίʼ ἐγὼ τὸ κακὸν οὐδέποτʼ ἤλπισα,
 
οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
 
αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
 
εὐφημία ʼστω.
Χρησμολόγος
μὴ κατάρξῃ τοῦ τράγου.
Πισθέταιρος
σὺ δʼ εἶ τίς; 960
Χρησμολόγος
ὅστις; χρησμολόγος. 960
Πισθέταιρος
οἴμωζέ νυν. 960
Χρησμολόγος
ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε·
← Önceki Stasimon 2 · 15 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme