Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Lyric-Scene 1]
οὐκέτι Κολαινὶς ἀλλʼ Ἀκαλανθὶς Ἄρτεμις.
Ἱερεύς
καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —
Πισθέταιρος
δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
Ἱερεύς
διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —
Πισθέταιρος
Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις. 880
Ἱερεύς
καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ
 
πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι
 
καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ
 
καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —
Πισθέταιρος
παῦʼ ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
 
ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς 890
 
ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
 
ἰκτῖνος εἷς ἂν τοῦτό γʼ οἴχοιθʼ ἁρπάσας;
 
ἄπελθʼ ἀφʼ ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα·
 
ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.
Ἱερεύς
εἶτʼ αὖθις αὖ τἄρα σοι 895
 
δεῖ με δεύτερον μέλος
 
χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ
 
μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετʼ ὄψον. 900
 
τὰ γὰρ παρόντα θύματʼ οὐδὲν ἄλλο πλὴν
← Önceki Stasimon 2 · 12 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme