Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

Ἐυελπίδης
τί δʼ οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;
Πισθέταιρος
καὶ πῶς ἂν ἔτι γένοιτʼ ἂν εὔτακτος πόλις,
 
ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν 830
 
ἕστηκʼ ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
Ἐυελπίδης
τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
Ἔποψ
ὄρνις ἀφʼ ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
 
ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
 
Ἄρεως νεοττός. 835
Ἐυελπίδης
ὦ νεοττὲ δέσποτα· 835
 
ὡς δʼ ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
Πισθέταιρος
ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
 
καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
 
χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
 
λεκάνην ἀνένεγκε, κατάπεσʼ ἀπὸ τῆς κλίμακος, 840
 
φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτʼ ἀεί,
 
κωδωνοφορῶν περίτρεχε καὶ κάθευδʼ ἐκεῖ·
 
κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
 
ἕτερον δʼ ἄνωθεν ἆυ παρʼ ἀνθρώπους κάτω,
 
κἀκεῖθεν αὖθις παρʼ ἐμέ. 845
Ἐυελπίδης
σὺ δέ γʼ αὐτοῦ μένων 845
← Önceki Stasimon 2 · 10 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme