Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 2

[Episode]
οὗτος σὲ καλῶ, σὲ λέγω.
Ἔποψ
τί καλεῖς;
Χορός
τούτους μὲν ἄγων μετὰ σαυτοῦ
 
ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
 
κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης. 660
Πισθέταιρος
ὦ τοῦτο μεντοι νὴ Δίʼ αὐτοῖσιν πιθοῦ·
 
ἐκβίβασον ἐκ τοῦ βουτόμου τοὐρνίθιον.
Ἐυελπίδης
ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
 
καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
Ἔποψ
ἀλλʼ εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη 665
 
ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
Πισθέταιρος
ὦ Ζεῦ πολυτίμηθʼ ὡς καλὸν τοὐρνίθιον,
 
ὡς δʼ ἁπαλόν, ὡς δὲ λευκόν.
Ἐυελπίδης
ἆρά γʼ οἶσθʼ ὅτι
 
ἐγὼ διαμηρίζοιμʼ ἂν αὐτὴν ἡδέως;
Πισθέταιρος
ὅσον δʼ ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος. 670
Ἐυελπίδης
ἐγὼ μὲν αὐτὴν κἂν φιλῆσαί μοι δοκῶ.
Πισθέταιρος
ἀλλʼ ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
Ἐυελπίδης
ἀλλʼ ὥσπερ ᾠὸν νὴ Δίʼ ἀπολέψαντα χρὴ
 
ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κᾆθʼ οὕτω φιλεῖν.
← Önceki bölüm Stasimon 2 · 1 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme