Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 1

[Agon]
τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο
Πισθέταιρος
τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες, 600
 
οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.
Ἐυελπίδης
πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
Ἔποψ
πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
Πισθέταιρος
ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι,
 
ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει. 605
Ἔποψ
πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·
 
ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;
Πισθέταιρος
μὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς
 
ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.
Ἔποψ
παρὰ τοῦ;
Πισθέταιρος
παρʼ ὅτου; παρʼ ἑαυτῶν.
 
οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
Ἐυελπίδης
αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν. 610
Πισθέταιρος
οὐ γὰρ πολλῷ;
 
πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς
 
οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
 
οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
 
ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις 615
← Önceki Stasimon 1 · 9 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme