Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 1

[Agon]
τάσδε τὰς τιμὰς προγόνων παραδόντων
Χορός
ἐπʼ ἐμοῦ κατέλυσαν.
 
σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν
 
ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ. 545
 
ἀναθεὶς γὰρ ἐγώ σοι
 
τὰ νεοττία κἀμαυτὸν οἰκήσω.
 
ἀλλʼ ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών· ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,
 
εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
Πισθέταιρος
καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι, 550
 
κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
 
περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
Ἔποψ
ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.
Πισθέταιρος
κἄπειτʼ ἢν τοῦτʼ ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δίʼ ἀπαιτεῖν·
 
κἂν μὲν μὴ φῇ μηδʼ ἐθελήσῃ μηδʼ εὐθὺς γνωσιμαχήσῃ, 555
 
ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
 
διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,
 
ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
 
καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας· ἤνπερ δʼ ἐπίωσʼ, ἐπιβάλλειν
 
σφραγῖδʼ αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσʼ ἔτʼ ἐκείνας. 560
 
τοῖς δʼ ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
← Önceki Stasimon 1 · 6 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme