Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Stasimon 1

[Agon 1]
δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον
Χορός
πέφυκεν ἄνθρωπος· σὺ δʼ ὅμως λέγε μοι.
 
τάχα γὰρ τύχοις ἂν
 
χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ
 
δύναμίν τινα μείζω 455
 
παραλειπομένην ὑπʼ ἐμῆς φρενὸς ἀξυνέτου·
 
σὺ δὲ τοῦθʼ οὑρᾷς λέγʼ ἐς κοινόν.
 
ὃ γὰρ ἂν σὺ τύχῃς μοι
 
ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
[Agon]
ἀλλʼ ἐφʼ ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας, 460
Χορός
λέγε θαρρήσας· ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.
Πισθέταιρος
καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
 
ὃν διαμάττειν οὐ κωλύει· φέρε παῖ στέφανον· καταχεῖσθαι
 
κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
Ἐυελπίδης
δειπνήσειν μέλλομεν; ἢ τί;
Πισθέταιρος
μὰ Δίʼ ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι, 465
 
ὅ το τὴν τούτων θραύσει ψυχήν· οὕτως ὑμῶν ὑπεραλγῶ,
 
οἵτινες ὄντες πρότερον βασιλῆς —
Χορός
ἡμεῖς βασιλῆς; τίνος;
Πισθέταιρος
ὑμεῖς
← Önceki bölüm Stasimon 1 · 1 / 11 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme